1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

107

τοῦ Πνεύματος εἰς ἀκάθαρτον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον, τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιωθέντες ἐπισπῶνται τοῦ Πνεύματος τὴν χάριν. Ὥστε ὁ μὲν σταυρὸς τὴν κατάραν ἔλυσεν, ἡ δὲ πίστις τὴν δικαιοσύνην εἰσήγαγεν, ἡ δὲ δικαιοσύνη τὴν χάριν τοῦ Πνεύματος ἐπεσπάσατο. Κατὰ ἄνθρωπον λέγω, ἀδελφοί· ὅμως ἀνθρώπου 95.797 κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ, ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας. Τῷ δὲ Ἀβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ Θεός. Ἐξ ἀνθρωπίνων μὲν παραδειγμάτων ὁ λόγος, φησί· τοῦτο γάρ ἐστι τὸ, κατὰ ἄνθρωπον λέγω. Ὁ δὲ νοῦς οὗτος· Ἐπηγγείλατο τῷ Ἀβραὰμ διὰσπέρματος αὐτοῦ εὐλογῆσαι τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ ἐστι κατὰ σάρκα ὁ Χριστός. Ἦλθε μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη νόμος. Εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας καὶ τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν. Εἶτα ἀνθρώπου μὲν οὐδεὶς ἀθετεῖ διαθήκην· τοῦ δὲ Θεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ἀκυροῦται ἡ διαθήκη. Εἰ γὰρ ἃ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δίδωσιν, ἀλλ' ἕτερος ἀντ' ἐκείνης, τουτέστιν ὁ νόμος, ἐκβέβληται ἡ διαθήκη· καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ἀντὶ τοῦ, ἢ προστίθησιν. Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη. Ἵνα μή τις νομίσῃ περιττὸν τὸν νόμον, καὶ τοῦτο διορθοῦται τὸ μέρος, δεικνὺς ὅτι οὐκ εἰκῆ, ἀλλὰ πάνυ χρησίμως ἐδόθη, ἵνα μὴ ἐξῇ Ἰουδαίους ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλὰ ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ' ὅμως κἂν ἐνίας τῶν ἐντολῶν. Ὥστε οὐ μικρὸν τὸ κέρδος τοῦ νόμου. Ἀλλ' ἄχρι τίνος; Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπηγγείλατο. Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται διὰ διαταγῆς δι' ἀγγέλων. Σπέρμα μὲν τὸν Χριστόν φησι. Λέγει δέ· Μέχρι τῆς Χριστοῦ παρουσίας δέδοται· τί περαιτέρω καὶ καρὰ καιρὸν αὐτὸν ἕλκεις; Ἐν χειρὶ Μεσίτου. Ὁ δὲ Μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν. Τὸν Χριστὸν ἐνταῦθά φησι, τὸν καὶ πάλαι δεδωκότα τὸν νόμον. Εἰ δὲ τὸν νόμον αὐτὸς ἔδωκε, κύριος ἂν εἴη καὶ λῦσαι πάλιν. Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Εἰ γὰρ τῷ σπέρματι τοῦ Ἀβραὰμ αἱ εὐλογίαι δέδονται, ὁ δὲ νόμος κατάραν εἰσάγει, ἄρα κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ὁ νόμος. Πῶς οὖν λύει αὐτὸν, σκόπει. Πρῶτον μὲν τῇ ἀπαγορεύσει τὸ, Μὴ γένοιτο, λέγων· ὅπερ [ἦν] σφόδρα ἀτοπώτατον, τίθεται ἔπειτα λογισμῷ βεβαίῳ. Ἔστι δὲ οὗτος· Εἰ μὲν ἐν αὐτῷ, φησὶ, τῷ νόμῳ τὴν ἐλπίδα τῆς ζωῆς εἴχομεν, ἴσως καλῶς ταῦτα ἔλεγον. Εἰ δὲ ἀπὸ τῆς πίστεως ἡ σωτηρία ἡμῖν καὶ ἡ ζωὴ, κἂν ἐπικαταράτους ἐκείνους 95.800 ποιήσῃ, οὐδὲν ἐβλάβημεν ἐρχομένης ἐκείνης, καὶ πάντα λυούσης. Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ ἅπαντα ὑφ' ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ἐπειδὴ μεγάλα ἐφρόνουν Ἰουδαῖοι, καὶ τοῦτο ἦν αὐτοὺς τὸ ταλαιπώρους ἐργασάμενον, τούτου χάριν ὁ νόμος ἐδόθη, ἐλέγχων αὐτῶν τὴν ἁμαρτίαν, καὶ ὑπὸ κατάραν ποιῶν, ἵνα εἰδότες ὡς ἐν ἐσχάτοις εἰσὶ, τὴν πίστιν ποθήσωσι τὴν διὰ Χριστοῦ, τὴν καὶ λύουσαν τὴν ἁμαρτίαν. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Ὁ δὲ παιδαγωγὸς οὐκ ἐναντίος τῷ διδασκάλῳ, ἀλλὰ προοδοποιῶν αὐτῷ. Εἰ δέ τις ἐν ἕξει γένηται μαθημάτων παρὰ τοῦ διδασκάλου, αἰσχύνεται λοιπὸν ἐμμένειν ἔτι τῷ παιδαγωγῷ. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ἀλλ' οὐ διὰ τοῦ νόμου