1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

51

Χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ Πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ.» Οὐκ ἀφίησιν αὐτοὺς ἕτερόν τι ἐννοῆσαι. Καὶ γὰρ ἐξήνεγκα τὴν ἀπόφασιν, ὡς παρὼν, φησίν. Εἶτα ἵνα μὴ δόξῃ πολλὴ εἶναι ἡ αὐθεντεία, ὅρα πῶς κοινωνοὺς καὶ αὐτοὺς ποιεῖ τοῦ κρίματος, εἰπὼν, Συναχθέντων ὑμῶν. Τὸ δὲ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν, τουτέστι, τὸν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ ἐνυβρίσαντα, τὸν μετὰ τὸ γενέσθαι πιστὸν καὶ ἐπώνυμον ἐκείνης τῆς προσηγορίας, τοιαῦτα τολμήσαντα, τοῦτον παράδοτε τῷ Σατανᾷ. Εὖ δὲ καὶ τὸ παραδοῦναι τῷ Σατανᾷ, ἀλλὰ μὴ ἐκδοῦναι, ὡς ἀνοίγων αὐτῷ τῆς μετανοίας τὰς θύρας. Καὶ πάλιν τὸν τοιοῦτον, ὡς μὴ ἀνεχόμενον μηδὲ τῆς προσηγορίας αὐτοῦ μνημονεῦσαι. Τουτέστι, κατὰ Θεόν· μὴ ἀνθρωπίνῃ κατεχόμενον ὑπολήψει, ἤγουν αὐτοῦ τοῦ ὀνόματος ὑμᾶς συλλέγοντος ὑπὲρ οὗ συνέρχεσθε. Αὖ πάλιν ἐπέστησεν αὐτοῖς ἑαυτὸν, ἵνα ὅταν δικάζωσιν, ὡς αὐτοῦ παρόντος, οὕτως αὐτὸν ἀποτέμωσι, καὶ μηδεὶς τολμήσῃ συγγνώμης αὐτὸν ἀξιῶσαι, εἰδὼς ὅτι Παῦλος εἴσεται τὰ λεγόμενα. Τουτέστιν, Ὁ Χριστὸς δύναται τοιαύτην ἡμῖν χάριν διδόναι, ὡς δύνασθαι τῷ διαβόλῳ παραδιδόναι· ἢ ὅτι Καὶ αὐτὸς μεθ' ἡμῶν κατ' αὐτοῦ ἐπαίρει τὴν ψῆφον. «Εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» 95.609 Ἵνα μαστίξῃ αὐτὸν ἕλκει πονηρῷ ἢ νόσῳ ἑτέρᾳ· καὶ αὐτὸ δὲ τοῦτο τῷ Θεῷ δοκοῦν ἐγένετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα. Ἐπειδὴ γὰρ ἀπὸ τῆς σαρκὸς αἱ ἐπιθυμίαι τίκτονται, αὐτὴν κολάζει, ἵνα τὸ πνεῦμα σωθῇ, ἀλλ' ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καλῶς αὐτοὺς καὶ εὐκαίρως τῆς ἡμέρας ἐκείνης ἀναμιμνήσκων, ἵνα καὶ αὐτοὶ προθυμότερον ἔλθωσιν ἐπὶ τὴν ἰατρείαν. Ἤδη δὲ καὶ νόμους φαίνεται τῷ διαβόλῳ τιθεὶς, οὐκ ἀφεὶς αὐτὸν περαιτέρω προβῆναι· ὡς καὶ Θεὸς αὐτῷ περὶ τοῦ Ἰὼβ ἔλεγε· Πλὴν τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ. «Οὐ καλὸν τὸ καύχημα ὑμῶν.» Ἐπάγει πάλιν ἐπιτίμησιν πρὸς ἐκείνους ἀποτεινόμενος, δεικνὺς, ὅτι ἐκεῖνοι μέχρι τοῦ παρόντος οὐκ εἴασαν αὐτὸν μετανοῆσαι, καυχώμενοι ἐπ' αὐτῷ. «Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.» ∆ηλοῖ διὰ τούτου, ὡς οὐκ ἐκείνου φειδόμενος μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ αὐτῶν τούτων. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Εἰ καὶ ἐκείνου τὸ ἁμάρτημα, ἀλλὰ ἀμελούμενον δύναταί τε καὶ τὸ λοιπὸν τῆς Ἐκκλησίας σῶμα λυμήνασθαι. Ὅταν γὰρ ὁ πρῶτος ἁμαρτὼν μὴ δῷ δίκην, ταχέως καὶ ἕτεροι τὰ τοιαῦτα πλημμελοῦσι. «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην.» Τουτέστιν, τὸν πονηρὸν τοῦτον. Μᾶλλον δὲ οὐ περὶ τούτου μόνον φησὶν, ἀλλὰ καὶ ἄλλους αἰνίττεται. Οὐ γὰρ πορνεία μόνον παλαιὰ ζύμη, ἀλλὰ καὶ πᾶσα κακία. Καὶ οὐκ εἶπε, Καθάρατε, ἀλλὰ, Ἐκκάθαρατε· ὅ ἐστιν, μετὰ ἀκριβείας καθάρατε, ὥστε μηδὲ λείψανον, μηδὲ σκιὰν εἶναι τοιαύτην. «Ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» ∆ηλοῖ καὶ ἐμφαίνει οὐ σφόδρα πολλῶν κρατοῦσαν τὴν κακίαν. Εἰ δὲ λέγει, Καθώς ἐστε ἄζυμοι, οὐ τοῦτο λέγει ὅτι πάντες ἦσαν καθαροὶ, ἀλλὰ Καθὼς πρέπει εἶναι ὑμᾶς. «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστὸς, ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις. Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις.» Τῶν εὐεργεσιῶν πάλιν ἀναμιμνήσκει αὐτούς. Ἑορτῆς γὰρ, φησὶν, ὁ παρὼν καιρός. ∆ιὰ τί δὲ πάλιν τὴν ζύμην καλεῖ, ἢ διὰ τὸ τὸν ἡμῶν βίον τοιοῦτον εἶναι; «Ἐπεὶ ὠφείλετε ἄρα τοῦ κόσμου ἐξελθεῖν. Νῦν δὲ ἔγραψα ὑμῖν, μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης.» Ἵνα γὰρ μὴ νομίσαντες, ὅτι ὡς ἀτελεστέροις αὐτοῖς τοῦτο οὐκ ἐπέταξεν, καὶ ὡς τέλειοι δῆθεν αὐτοὶ πρᾶξαι ἐπιχειρήσουσι, δείκνυσιν ὅτι οὐδὲ δύναται 95.612 τοῦτο γενέσθαι, οὐδὲ εἰ σφόδρα βούλοιντο, ἐπεὶ, φησὶν, ἑτέραν οἰκουμένην ἔδει ζητῆσαι. «Ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μὴ συνεσθίειν.» Ἐπὶ τούτοις παρέμιξεν καὶ προκατέλαβεν τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὃν μικρὸν ὕστερον μέλλει