1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

27

πάντα τὸν χρόνον τῶν κηρύκων λέγων· τὸ δὲ ἐκπετάσαι τὰς χεῖρας, τὸ καλέσαι καὶ ἐπισπάσασθαι καὶ παρακαλέσαι δηλοῖ.

ΚΕΦΑΛ. ΙΑʹ. «Λέγω οὖν· μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ

Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.» 95.529 Κατὰ διαπόρησιν εἰσάγει τὸν λόγον· λέγει δὲ ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἕστηκεν· διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, τὸν λαὸν αὐτοῦ, ἀλλὰ προσέθηκεν, ὃν προέγνω. Εἶτα ἐπαγαγὼν ἀπόδειξιν τοῦ μὴ ἀπώσασθαι τὸν λαὸν, φησίν· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί. «Ἢ οὐκ οἶδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή; ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου.» Λύσιν ἐπάγει ἐξ ἱστορίας τῆς ἀντιθέσεως ἧς οὕτω τίθησι· τίς δὲ ἡ ἀντίθεσις; Οὕτως ἡμᾶς, φησὶν, ἀπατᾷς, καὶ παραλογίζῃ τὸν λαὸν ἅπαντα, σεαυτὸν τιθεῖς καὶ τοὺς ὀλίγους τοὺς μετὰ σοῦ, καὶ κεναῖς ἡμᾶς φυσᾶς ἐλπίσι, τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπολομένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης. Ταύτης οὔσης τῆς ἀντιθέσεως, ὅρα πῶς ἐπάγει τὴν λύσιν ἀπὸ ἱστορίας κατασκευάζων· ἡ δὲ πᾶσα οἰκονομία τοῦ λόγου αὕτη· οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαόν. Εἰ γὰρ ἀπώσατο, οὐδένα ἀνεδέξατο· εἰ δὲ ἐδέξατό τινας, οὐκ ἀπώσατο. Εἶτα ἀντίθεσις· Καὶ μὴν, φησὶν, εἰ μὴ πάντας ἀπώσατο, πάντας ἐδέξατο. Εἶτα ἡ λύσις· Οὐδαμῶς, φησίν· καὶ γὰρ ἐν Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας· καὶ νῦν δὲ πολλοὶ οἱ πεπιστευκότες. Εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἠγνόει. «Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλειψα ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἐκάμψαντο γόνυ τῇ Βάαλ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λείμματα κατ' ἐκλογὴν χάριτος γέγονεν.» Ἵνα μὴ λέγοιεν, Τί οὖν ἐκεῖνα πρὸς τὰ παρόντα; φησίν· λέγει, ναὶ μὲν οὖν. ∆είκνυται γὰρ ἐντεῦθεν ὅτι τοὺς ἀξίους ὁ Θεὸς ἀεὶ σώζειν εἴωθεν, κἂν πρὸς ἅπαν ἔθνος ἡ ἐπαγγελία κειμένη. ∆ιὸ καὶ ἐπάγει· Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονε. Σημαίνει δὲ καὶ ἕτερόν τι ἐκ τούτου, τὸ μὴ ξένην εἶναι τὴν χάριν καὶ πρᾶγμα καινὸν, ἀλλὰ καὶ ἑπτακισχιλίους δι' αὐτῆς σεσῶσθαι. «Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.» Πάλιν κἀντεῦθεν ἀποστερεῖ συγγνώμης τοὺς Ἰουδαίους. Οὐδὲ γὰρ ἔχετε, φησὶν, εἰπεῖν, ὅτι προφῆται μὲν ἐκάλουν, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἡμᾶς πεῖσαι ἦν ἱκανή· φορτικὰ δὲ τὰ ἐπιταττόμενα ἦν. Οὐδὲ γὰρ ταῦτα, φησὶν, εἰπεῖν ἔχετε· πῶς γὰρ ἂν ταῦτα ἀπῄτησε, φησὶν, ὁ Θεὸς παρ' ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ ἐπισκιάζειν ἔμελλεν. «Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν.» 95.532 ∆ιὰ τὴν ἀπιστίαν δηλονότι· ταῦτα γὰρ καὶ ὀπίσω πάλιν κατεσκεύασεν. «Ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, καθὼς γέγραπται.» Τὴν δικαιοσύνην. ὑπακούσασα τῇ πίστει. «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως.» Κατάνυξιν, τὴν διάθεσιν καὶ τὴν παράνομον κακίαν φησίν· ὅταν δὲ τὸ, ἔδωκεν, ἀκούεις, καὶ τὸ, παρέδωκεν, μὴ ὡς εἰς τοῦτο αὐτοὺς ὠθοῦντος τοῦ Θεοῦ, ἀλλ' ἀντὶ τοῦ, εἴασεν, δέχου τὴν λέξιν. «Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.» Ἐπειδὴ αὐτοὶ αὐτῶν ἐκάμμυσαν τοὺς ὀφθαλμοὺς, καὶ ἔφραξαν τὰ ὦτα, κατὰ τὴν Ἡσαΐου φωνὴν, καὶ οὐκ ἠβουλήθησαν οὔτε ὁρᾷν, οὔτε ἀκούειν, τούτου χάριν εἴασεν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα πορεύεσθαι τῶν καρδιῶν αὐτῶν. Τὸ γὰρ ἄκοντας ἕλκειν εἰς τὸ καλὸν, τοῦτο ἦν ἀναιροῦντος τὸ αὐτεξούσιον. «Καὶ ∆αβὶδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς ἀνταπόδομα αὐτοῖς, καὶ εἰς σκάνδαλον· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» ∆είκνυσιν ὡς αὐτὸ τοῦτο