1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

44

Θεὸς πρὸ τῶν αἰώνων.» Τοῦτό φησιν, τὴν περὶ ἡμᾶς κηδεμονίαν δεικνύμενος τοῦ Θεοῦ. Καὶ γὰρ ἐκεῖνοι μάλιστα καὶ τιμᾷν καὶ φιλεῖν ἡμᾶς νομίζονται, ὡς ὑπὲρ ἂν ἄνωθεν ὦσιν ἡμᾶς παρασκευασάμενοι εὖ ποιεῖν. «Εἰς δόξαν ἡμῶν.» Τουτέστιν, εἰς δόξαν τὴν ἡμετέραν ἀποκεκρυμμέ 95.585 νην· ὅταν οὐδεὶς πρὸ ἡμῶν ἔμαθε τῶν ἄνω δυνάμεων τὸ μυστήριον. «Ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Πιλάτον καὶ Ἡρώδην φησί· περὶ μὲν γὰρ τοῦ Πιλάτου ἡ Γραφὴ λέγει, ὅτι οὐκ ᾔδει. Εἰκὸς δὲ μηδὲ τὸν Ἡρώδην εἰδέναι· εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων τις εἰρῆσθαι εἴποι, οὐκ ἂν ἁμάρτοι. Οὐδὲ γὰρ ἐκεῖνοι ἔγνωσαν. Τὸν Χριστὸν ἔγνωσαν γὰρ, ἀλλὰ οὐ τὴν ἐν αὐτῷ τῷ πράγματι οἰκονομίαν· οἷόν τι ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεσαν. ∆ιὰ τοῦτο οὐκ ἔλεγεν, ὅτι Οὐκ οἴδασιν ἐμέ· ἀλλ' Οὐκ οἴδασι τί ποιοῦσι· τουτέστι τὴν οἰκονομίαν τὴν τελουμένην, καὶ τὸ μυστήριον ἀγνοοῦσιν. Οὐ γὰρ οἴδασιν ὅτι οὕτως ἔχει λάμψαι ὁ σταυρὸς, καὶ τῆς οἰκουμένης ἔσεσθαι σωτηρία, καὶ τῷ Θεῷ πρὸς τοὺς ἀνθρώπους καταλλαγή. Εὐκαίρως δὲ Κύριον δόξης ἐκάλεσεν, ἐπειδὴ ὁ σταυρὸς ἀδοξίας εἶναι δοκεῖ. «Ἀλλὰ καθὼς γέγραπται· ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Εἰπὼν περὶ τοῦ σταυροῦ καὶ τοῦ σταυρωθέντος, δείκνυσιν ἐκ μαρτυρίας οἷα ἀποκείσεται τοῖς αὐτὸν ἐγνωκόσι, καὶ ὁμολογήσασι Κύριον. Αὐτὸν δὲ τὸν Κύριον τῆς δόξης φημὶ, τὸν ἐσταυρωμένον. «Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψεν διὰ τοῦ Πνεύματος αὐτοῦ.» Οὐ διὰ τῆς ἔξωθεν σοφίας· ἅμα δὲ καὶ τὸ μέγεθος δείκνυσι τῆς εἰς ἡμᾶς τιμῆς, τὸ διὰ τοῦ Πνεύματος αὐτοῦ μαθεῖν. Εἰ μὴ γὰρ τὸ Πνεῦμα τὸ ἐπιστάμενον τὰ ἀπόῤῥητα τοῦ Θεοῦ ἀπεκάλυψεν, οὐκ ἂν ἐμάθομεν. «Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ.» Οὐκ ἀγνοίας, ἀλλ' ἀκριβοῦς γνώσεως ἐνταῦθα τὸ ἐρευνᾷν ἐνδεικτικόν· ταύτῃ γὰρ τῇ λέξει καὶ ἐπὶ τοῦ Πατρὸς κέχρηται λέγων· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας. «Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Τάχα περὶ τῆς τοῦ Πνεύματος γνώσεως λέγει, δεικνὺς ὅτι οὕτως ἐξισοῖ πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς ἡ ἀνθρώπου γνῶσις αὐτὴ πρὸς ἑαυτήν. «Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτικοῖς Πνεύματος.» ∆είκνυσιν ὅτι πάντα ἐκεῖθεν ἐμάνθανεν. 95.588 «Πνευματικοῖς πνευματικὰ συγκρίνοντες.» Ὅταν τι πνευματικὸν καὶ ἀπόῤῥητον ᾖ, ἀπὸ τῶν πνευματικῶν τὰς μαρτυρίας ἄγομεν· οἷον, ὅταν λέγω, ὅτι ἀνέστη Χριστὸς, ὅτι ἀπὸ Παρθένου ἐγεννήθη, παράγω μαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις· τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν, καὶ τὴν μετὰ ταῦτα ἀπαλλαγὴν, τῶν στειρῶν τοὺς τόκους, τῆς Σάῤῥας καὶ Ῥεβέκκας, καὶ τῶν λοιπῶν· ὅταν πάλιν ἐκ Παρθένου λέγω γεγεννῆσθαι Χριστὸν, τὴν ἐν τῷ παραδείσῳ τῶν δένδρων βλάστην γεγενημένην, οὐ σπερμάτων καταβληθέντων, οὐχ ὑετῶν κατενεχθέντων, οὐκ αὔλακος ἀνατμηθείσης. Τὰ γὰρ μέλλοντα διεπλάττετο καὶ διεγράφετο, ὡς ἐν σκιᾷ τοῖς προτέροις, ἵνα πιστευθῇ ταῦτα παραγινόμενα. Καὶ δείκνυμι πάλιν πῶς ἀπὸ γῆς ἄνθρωποι, πῶς ἀπὸ ἀνθρώπου μόνου γυνὴ, καὶ οὐδαμοῦ συνουσίᾳ· πῶς αὐτὴ ἡ γῆ ἀπ' οὐδενὸς, τῆς δυνάμεως τῷ ∆ημιουργῷ πρὸς πάντα ἀρκούσης· οὕτω πνευματικοῖς πνευματικὰ συγκρίνω, καὶ οὐδαμοῦ χρείαν ἔχω τῆς ἔξωθεν σοφίας, οὐδὲ λογισμῶν, οὐδὲ παρασκευῶν. «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ.» Ψυχικός ἐστιν, ὁ τὸ πᾶν τοῖς λογισμοῖς τῆς ψυχῆς διδοὺς, καὶ μὴ νομίζων ἄνωθέν τινος δεῖσθαι βοηθείας, ὅπερ ἐστὶν ἀνοίας. Καὶ γὰρ ἔδωκεν ἡμῖν τὸν λογισμὸν ὁ Θεὸς, ἵνα μανθάνῃ καὶ δεῆται τὰ παρ' αὐτοῦ, οὐχ ἵνα ἐξαρκεῖν ἑαυτῷ νομίζῃ. «Μωρία γὰρ αὐτῷ ἐστιν.» Τοῦτο δὲ οὐ τῆς φύσεως τοῦ πράγματος, ἀλλὰ τῆς ἀσθενείας τοῦ μὴ δυνηθέντος τοῦ μεγέθους αὐτῶν ἐφικέσθαι διὰ τῶν τῆς ψυχῆς