1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

105

χρώμενος. Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐκείνων λεγόντων, ὡς ὁ μὴ φυλάττων τὸν νόμον παραβάτης ἐστὶν, οὕτως ἐκ τοῦ ἐναντίου παραβάτην ἑαυτὸν καλεῖ φυλάττοντα τὸν νόμον. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Πέπαυται ὁ νόμος, καὶ τοῦτο ὡμολογήσαμεν, δι' ὧν ἀφέντες αὐτὸν ἐπὶ τὴν ἐκ πίστεως κατεφύγομεν σωτηρίαν. Ἂν τοίνυν φιλονεικήσωμεν στῆσαι τὸν νόμον, αὐτῷ τούτῳ παραβάται γινόμεθα, τὰ παρὰ Θεοῦ λυθέντα φιλονεικοῦντες τηρεῖν. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι. ∆ιπλῆν ἔχει τοῦτο θεωρίαν. Ἢ γὰρ νόμον τὸν τῆς χάριτός φησιν, ἢ μόνον τὸν παλαιὸν λέγει, δεικνὺς ὅτι δι' αὐτοῦ τοῦ νόμου νόμῳ ἀπέθανεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Αὐτὸς ὁ νόμος με ἐξήγαγεν εἰς τὸ προσέχειν αὐτῷ. Εἰ τοίνυν μέλλοιμι αὐτῷ προσέχειν, καὶ αὐτὸν παραβαίνω· πῶς, καὶ τίνι τρόπῳ Μωϋσῆς εἶπεν· Ὅτι προφήτην ἀναστήσει ὑμῖν Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε, περὶ Χριστοῦ λέγων; Ὥστε οἱ μὴ τούτῳ πειθόμενοι, παραβαίνουσι τὸν νόμον. Τί δέ ἐστι, τῷ νόμῳ ἀπέθανον; Ὥσπερ τὸν νεκρὸν οὐκ ἔστιν ὑπαγαγεῖν ταῖς ἐντολαῖς τοῦ νόμου, οὕτως οὐδὲ 95.792 ἐμὲ τὸν ἐκ τῆς κατάρας τοῦ νόμου τῆς ἐκείνου τελευτήσαντα. Ὁ γὰρ νόμος ἐπικατάρατον ἐποίει πάντα τὸν μὴ πληροῦντα τὰ ἐν τῷ νόμῳ. Οὐδεὶς δὲ δυνατὸς πληρῶσαι ἦν. Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τῷ νόμῳ, φησὶν, ἢ ὅσον κατὰ τὸν νόμον. Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ. ∆ιὰ τῆς χάριτος ἠλευθέρωμαι, φησίν. Οὐκοῦν οὐχ ὑποστρέφων πάλιν εἰς τὸν νόμον, ὑβρίζω τὴν χάριν, ὡς μὴ δυναμένην ζωοποιεῖν. Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν. Ἀπέθανε, φησὶν, ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ἵνα ἡμᾶς ἀναστήσῃ, δικαιώσας, καὶ τὴν ἁμαρτίαν ποιήσῃ ἐκ μέσου. Εἰ δὲ ὅσοι περιτέμνειν πείθοντες, λέγουσιν ἐν νόμῳ δικαιοῦσθαι τὸν ἄνθρωπον, περιττὸς ὁ Χριστοῦ θάνατος γέγονεν.

ΚΕΦΑΛ. Γʹ. Ὦ ἀνόητοι Γαλάται. ∆είξας τὸ ἄτοπον καὶ τὸ βλάσφημον, θαῤῥῶν ἐπήγαγε

τὴν ἐπίπληξιν. Τίς ὑμᾶς ἐβάσκανεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Ἔδειξεν καλῶς πράττοντας πειθομένους τῇ πίστει. Εἰ μὴ γὰρ τῶν πραττόντων καλῶς ἡ βασκανία οὐ λέγεται. Τοῦτο δὲ λέγων, ἐκκαλεῖται πάλιν εἰς τὴν διὰ πίστεως χάριν. Οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος. Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν. Συνεχῶς ἀναμιμνήσκει αὐτοὺς τοῦ θανάτου καὶ τοῦ σταυροῦ, δι' οὗ τῆς ἁμαρτίας ἀπαλλαγέντες ἐζήσαμεν. Τὸ δὲ, Προεγράφη πρὸ ὀφθαλμῶν, εἴρηκε, δεικνὺς τὸν ἄπληστον αὐτῶν πρότερον περὶ τὸν Χριστὸν πόθον, ὡς διὰ παντὸς ἐν ὀφθαλμοῖς ὁρᾷν τὸ μυστήριον. Ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε. Πολλοὶ τῶν βαπτισθέντων εἰς Χριστὸν, καὶ λαβόντων Πνεῦμα ἅγιον πολλὰς ἐνεργείας ἐποίουν δι' αὐτοῦ καὶ σημεῖα μεγάλα. Αὐτῶν οὖν ἐκείνων αὐτοὺς ἀναμιμνήσκει. Εἰ τὰς θεοσημείας, φησὶν, οὐχ ὁ νόμος παρέσχε ποιεῖν, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις, πῶς τὸν τὰ τηλικαῦτα παρεσχηκότα ἀφέντες, ἐπὶ τὸν ἀσθενοῦντα κατατρέχετε νόμον; Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Ἔδειξεν αὐτοὺς τὴν τάξιν ἀντι[σ]τρέψαντας. Ἀπὸ γὰρ τῶν σωματικῶν ἐπὶ τὰ πνευματικώτερα ἔρχεται· οἱ δὲ τοὐναντίον, πρῶτον λαβόντες τὰ πνευματικὰ, μετέστησαν εἰς τὰ σαρκικὰ, τὴν περιτομήν φημι. Εὖ δὲ καὶ τὸ, ἐπιτελεῖσθε, ὡς ἐπὶ ἀλόγων, 95.793 αὐτοῖς παρέθηκεν, ὡς εἰ ἔλεγε σαφέστερον· Ὥσπερ ἄλογα θρέμματα παρέχετε ἑαυτοὺς εἰς τὸ κατατέμνεσθαι. Τοσαῦτα ἐπάθετε εἰκῆ; Εἴ γε καὶ εἰκῆ. Τῶν ἀγώνων ἐκείνων καὶ τῶν ἄθλων αὐτοὺς ἀναμιμνήσκει, ὧν ἔπαθον διὰ τὸ κήρυγμα. Λέγει οὖν· Μὴ τὸν πρότερον ὑμῶν ἐκεῖνον πάντα κόπον ἀργὸν ἐργάσησθε. Τοῦτο γὰρ δηλοῖ τὸ, Εἴ γε καὶ εἰκῆ, ἀντὶ τοῦ, Εἰ μὴ μετανοήσαντες αὐτὸν φυλάξητε. Ὁ οὖν