1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

165

ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς. Ἐλιθάσθησαν. Στέφανος. Ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον. Τοὺς ἀποθανόντας προφήτας, φησὶν, ὡς τὸν Ἡσαΐαν, ὅτι ἐν ξυλίνῳ ἐπρίσθη πρίονι. Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Ἠλίας. Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς· καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

ΚΕΦΑΛ. ΙΒʹ. Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος Τοὺς περὶ

Ἠλίαν φησί. Τί τοίνυν ἤμελλον ἐνταῦθα ἀπολαμβάνειν; Κόσμον γε μὴν ἐν τούτοις, τοὺς ἐν κόσμῳ νοεῖσθαι πρέπει. Μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα, Μάρτυρας, οὐχὶ τοὺς ἐν τῇ Καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ Παλαιᾷ. Καὶ γὰρ καὶ αὐτοὶ ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι. Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν, καὶ τελειωτὴν Ἰησοῦν. Τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἢ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν. Μᾶλλον δὲ τοῦτο. Ῥᾴδιον γὰρ ἐὰν θελήσωμεν, περιγενέσθαι τῆς ἁμαρτίας. Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Τουτέστιν, ἐξῆν αὐτῷ μηδὲν παθεῖν, εἴπερ ἠβούλετο. Ὁ δὲ ἀντὶ τούτου σταυρὸν ὑπέμεινε, μηδεμίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι. Ἐσταυρώθη γὰρ ἡμῶν ἕνεκεν. Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται· εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέ 95.989 ρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα Εἰ τὰ τῶν πλησίων πάθη οὐ διανίστησιν ἡμᾶς, φησὶν, ἀλλ' οὖν τὰ τοῦ ∆εσπότου εἰς τοῦτο διεγείρει, εἰς τὸ ἀθλεῖν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παιδεία πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς Ἢ τῶν χαρισμάτων φησὶν, ἢ τῶν εὐχῶν, ἢ τῶν δυνάμεων. Γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. ∆ιὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἐπανορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Ἀντὶ τοῦ, τοῖς ἀνασχομένοις ἐπὶ πολὺ, καὶ καρτερήσασι· καὶ εὐφήμῳ ὀνόματι κέχρηται. Ἄρα γυμνασία ἐστὶν ἡ παιδεία, τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη, καὶ ἀκαταγώνιστον ἐν τοῖς ἀγῶσιν, ἄμαχον ἐν τοῖς πολέμοις. Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί. Κἂν ᾖ τις ῥίζα τοιαύτη γέγονε, φησὶ, μηδεμίαν βλάστην ἄφες ἀναβῆναι, ἀλλ' ἔκκοψον, ἵνα μὴ φέρῃ καρπούς. Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Εἰς τοῦτο στίξαι δεῖ, ἵνα ᾖ τελεία διάνοια, καὶ τὸ ἐπιφερόμενον, ἢ βέβηλος, ὡς Ἡσαῦ. Βέβηλος δὲ, γαστρίμαργος καὶ ἀκρατής. Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων