1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

18

ἀχείρωτοι γεγόναμεν. Τὸ δὲ, μὴ κατὰ σάρκα περιπατοῦσι, προστέθεικεν, τὸ εὔκολον τοῦ κατορθώματος δηλῶν. «Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου, τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Νόμον πνεύματος τὴν χάριν λέγει. Νόμον ἁμαρτίας, οὐ τὸν Μωΰσεώς φησι· πῶς γὰρ, ὃν δίκαιον 95.500 καὶ ἅγιον πολλάκις ὠνόμασεν; ἀλλὰ τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς, τουτέστι τὴν ἁμαρτίαν. «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Ὁ νοῦς οὗτος· Ἐπειδὴ ἦλθε, φησὶν, ὁ νόμος εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον διὰ τὸ τυραννεῖν τῆς σαρκὸς τὴν ἁμαρτίαν, τούτου χάριν ἔπεμψε τὸν Μονογενῆ, ἵνα διὰ τῆς σαρκὸς τῆς ἰδίας αὐτοῦ κατακρίνῃ ἁμαρτίαν· καλῶς δὲ τὸ ὁμοίωμα σαρκὸς ἁμαρτίας, ὠνόμασεν τοῦ Χριστοῦ τὴν σάρκα. Οὐ γὰρ ἦν σὰρξ ἁμαρτίας καὶ αὐτὴ, ἀλλ' ὁμοίωμα σαρκός. Οὐ γὰρ εὑρέθη, φησὶν, δόλος ἐν τῷ στόματι αὐτοῦ. Τὸ δὲ, περὶ ἁμαρτίας, τὴν αἰτίαν τῆς ἀφίξεως δηλοῖ· ὅτι διὰ τὸ καταργῆσαι τὴν ἁμαρτίαν ἀπέστειλεν τὸν Υἱὸν ὁ Πατήρ. Σάρκα τὸ σαρκικὸν φρόνημά φησιν. «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Τί ἐστι, τὸ δικαίωμα; ἀντὶ, τὸ τέλος, καὶ ὁ σκοπός. Ὃ γὰρ ἐβούλετο ὁ νόμος ποιεῖν, καὶ οὐκ ἴσχυσεν· τοῦτο δὲ ἦν τὸ δικαιῶσαι τὸν ἄνθρωπον, τοῦτο πεποίηκεν ὁ Χριστός. Ὅρα δὲ πῶς πανταχοῦ τὸ μὴ κατὰ σάρκα περιπατεῖν τίθησι, μονονουχὶ λέγων· Ἠλευθερώθη σὰρξ τοῦ νόμου τῆς ἁμαρτίας, ἐκ μέσου γενομένης τῆς ἁμαρτίας· μὴ πάλιν αὐθαίρετον δουλείαν ἐπισπασώμεθα. «Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν.» Ἀντὶ τοῦ, οἱ φρονήματος σαρκικοῦ πεπληρωμένοι, τουτέστι κακίας. «Τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται.» Φρόνημα σαρκός φησιν, τὸν γεώδη λογισμὸν, τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοημένον. Οὐ τοῦτο δὲ λέγει, ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλόν· ἀλλ' ὅτι ἀδύνατον πονηρὸν μὲν ὄντα, ὑποταγῆναι τῷ Θεῷ. Μεταβαλλόμενον μέντοι, καλὸν γενέσθαι καὶ ὑποταγῆναι ῥᾴδιον, καὶ, ὡς ἀληθὴς ὁ λόγος, μεστὴ τῶν παραδειγμάτων ἡ ἱστορία. Παῦλος ἐκ διώκτου κήρυξ τῆς ἀληθείας, ὁ λῃστὴς ἐν παραδείσου φυτοῖς· ὁ Μανασσῆς, οἱ Νινευῗται, καὶ ἄλλοι μύριοι. «Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.» Σάρκα πάλιν τὸν σαρκικὸν βίον καὶ κοσμικὸν λέγει, καὶ τρυφῆς καὶ ἀσωτίας γέμοντα τὸν ὅλον σαρκοποιοῦντα τὸν ἄνθρωπον. 95.501 «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι.» ∆είκνυσιν ὅτι οὐδὲ ἐν σώματί ἐστιν ὁ ὀρθῶς βιῶν, ἀλλ' οἷον ἔτι περιπατῶν ἐν γῇ, ἐν οὐρανῷ πολιτεύεται. «Εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.» Τὸ, εἴπερ Πνεῦμα, πολλαχοῦ τίθησιν, οὐκ ἀμφιβόλως, ἀλλὰ καὶ σφόδρα πιστικῶς, καὶ ἀντὶ τοῦ ἐπείπερ, ὡς ὅταν λέγῃ· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλίψιν. Ἀντὶ τοῦ, ἐπείπερ τοῦτο δίκαιόν ἐστιν. «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Οὐκ εἶπεν, εἰ δὲ ὑμεῖς οὐκ ἔχετε, ἀλλ' ἐπ' ἄλλων προήγαγε τὸ λυπηρόν. «Εἰ δὲ Χριστὸς ἐν ὑμῖν.» Πάλιν τὸν Χριστὸν ἐπ' αὐτῶν, αὔξων αὐτοῖς τὴν ἡδονὴν καὶ τὸν περὶ αὐτοῦ πόθον. «Τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἷς Χριστὸς ἐνοικεῖ, τούτων νεκρὸν τὸ σῶμα τῇ ἁμαρτίᾳ· τουτέστι κατ' οὐδὲν ὑπακούει τῇ ἁμαρτίᾳ, ἀλλ' οἷον τέθνηκεν αὐτῇ, οὐδὲν διαφέρει τῶν ἐν σορῷ κειμένων σωμάτων τὰ σώματα ἡμῶν, πρὸς τὴν τῆς ἁμαρτίας ἐργασίαν. «Τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» ∆ικαιοσύνην αὐτὸν τὸν Χριστόν φησιν. Γέγονε γὰρ ἡμῖν ἀπὸ Θεοῦ δικαιοσύνη, κατὰ τὴν αὐτοῦ τοῦ Ἀποστόλου φωνήν. Ζήσεται οὖν ἡμῶν τὸ πνεῦμα ἔνοικον ἔχον τὸν Χριστόν. «Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος ἡμᾶς ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ