1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

155

μὴ δυνατοῦ ὄντος τοῦ διὰ τοῦ λουτροῦ ἀνακαινισμοῦ. ∆ιὸ οὐκ εἶπεν, ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν, ἀλλὰ πῶς ἀδύνατον ἐπήγαγε, ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστι καινοὺς γενέσθαι. Τὸ γὰρ καινὸν ποιῆσαι, τοῦ λουτροῦ μόνον ἐστίν. Ἀνακαινισθήσεται γὰρ ὡς ἀετοῦ ἡ νεότης σου. Ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας. Τὸ βάπτισμα σταυρός ἐστι, καὶ συνεσταυρώθη ὁ παλαιὸς ἡμῶν ἄνθρωπος. Σύμμορφοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Καὶ πάλιν· Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. Ὥσπερ οὖν ἐκεῖ οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστόν· τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστι· εἰ γὰρ θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύει, εἶτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα· ὁ τοίνυν δεύτερον βαπτιζόμενος, πάλιν αὐτὸν σταυροῖ. Ὥσπερ γὰρ ἀπέθανε Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι· οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ. Γῆ γὰρ πιοῦσα τὸν ἐπὶ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει. Ὑετὸν, τὴν διδασκαλίαν, φησὶν, ὡς καὶ ἑτέρωθι· Ἐντελοῦμαι γὰρ ταῖς νεφέλαις, τὸ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἐνταῦθα δηλοῖ, ὅτι ἐδέξαντο, καὶ συνέπιον τὸν λόγον, καὶ οὐδὲ οὕτως ἀπώναντο, μικροψυχοῦντες ἐν τοῖς πειρασμοῖς. Εὐλογίας ἀπὸ Θεοῦ. Ἐνταῦθα τὸν Θεόν φησιν αἴτιον τῶν ἁπάντων γίνεσθαι, πλήττων ἠρέμα τοὺς Ἕλληνας, τοὺς τῇ δυνάμει τῆς γῆς, τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας. Ἐκφέρουσα δὲ ἀκάνθας. Ἐπεὶ καὶ πάλιν οὐκ εἶπε, τίκτουσα ἀκάνθας, οὐδὲ τῷ χρησίμῳ τούτῳ ὀνόματι ἐχρήσατο. Ἀλλὰ τί· ἐκφέρουσα ἀκάνθας· ὡς ἂν εἴποι τις, ἐκβράσσουσα. 95.956 Καὶ τριβόλους, ἀδόκιμος. Πανταχοῦ ἡ Γραφὴ ἀκάνθας καλεῖ τὰ ἁμαρτήματα, ὡς καὶ ὁ ∆αβίδ φησιν· Ἐστράφην εἰς ταλαιπωρίαν, ἐν τῷ ἐμπαγῆναί μοι ἀκάνθας. Οὐ γὰρ ἁπλῶς ἐπέρχονται, ἀλλ' ἐμπήγνυνται. Κἂν μικρὸν αὐτῆς ἐναπομείνῃ, καὶ μὴ πᾶσαν αὐτὴν ἐξέλωμεν, αὐτὸ τὸ μικρὸν ὀδυνᾷ, ὁμοίως καθάπερ ἐπὶ τῆς ἀκάνθης. Καὶ τί λέγω αὐτὸ τὸ μικρόν; καὶ γὰρ μετὰ τοῦ ἐξαιρεθῆναι ἐπὶ πολὺ τῆς πληγῆς τὴν ὀδύνην ἐναφίησι, καὶ δεῖ θεραπείας πολλῆς καὶ ἰατρείας, ὥστε τέλειον αὐτῆς ἐλευθερωθῆναι. Οὐδὲ γὰρ ἀρκεῖ τὸ ἐξελεῖν μόνον τὴν ἁμαρτίαν, ἀλλὰ καὶ τοῦτον πληγέντα θεραπεῦσαι τόπον. Εἰκότως τὴν ἁμαρτίαν τρίβολον ἐκάλεσεν. Ὅθεν γὰρ αὐτῆς κατάσχῃς, πλήττει καὶ δάκνει. Καὶ κατάρας ἐγγύς. Κατάρας εἶπεν ἐγγὺς, οὐ κατάρα. Ὁ δὲ μηδέπω εἰς τὴν ἀρὰν ἐμπεσὼν, ἀλλ' ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται. Ἧς τὸ τέλος εἰς καῦσιν. Οὐκ εἶπεν, ἥτις καήσεται. Ἀλλὰ τί; Ἧς τὸ τέλος εἰς καῦσιν· Ἐὰν μέχρι τέλους ἐπιμείνῃ, φησί Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείσσονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Καθαψάμενος αὐτῶν ἱκανῶς, θεραπεύει πάλιν, ὥστε μὴ καταβαλεῖν. Τί γάρ φησιν; Οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ἀκανθῶν ὑμᾶς πλήρεις, ἀλλὰ δεδοικότες, μὴ τοῦτο γένηται. Ἐπήγαγε γὰρ, Πεπείσμεθα περὶ ὑμῶν τὰ κρείσσονα, καὶ ἐχόμενα σωτηρίας. Οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις, καὶ διακονοῦντες. Βαβαὶ, πῶς αὐτῶν ἀνέῤῥωσε τὴν ψυχὴν, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ποίαν ἀνάγκην κατέστησε, τοῦ μὴ προσδοκᾷν ἐπιλανθάνεσθαι τὸν Θεόν! Ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν, τὸν μὴ πεπληροφορημένον περὶ τῆς ἐλπίδος. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους. Τοῦτο θαυμαστόν ἐστι, καὶ τῆς Παύλου συνέσεως, ὅτι οὐκ ἐνδείκνυται, ὅτι ἐνέδωκαν. Τὸ γὰρ εἰπεῖν, ἐπιθυμοῦμεν, ὡς ἂν εἴποι τις· Θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερος, τοιοῦτος εἶναι καὶ εἰς τὸ μέλλον· τοῦτο γὰρ τὸν ἔλεγχον εὐπαράδεκτον εἰργάζετο· καὶ οὐκ εἶπεν, Θέλω, ὅπερ ἦν διδασκαλικῆς αὐθεντίας, ἀλλὰ πατρικῆς φιλοστοργίας τὸ πλέον τοῦ θέλειν, ἐπιθυμοῦμεν. Ἵνα μὴ νωθροὶ γένησθε. Καθάπερ, φησὶν, ἡ ἀργία τὸ σῶμα βλάπτει, οὕτω καὶ ψυχὴν ἡ ἀργία τῶν