1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

65

λεγόμενον ἦν, εὐπαράδεκτον αὐτὸ καὶ κοῦφον ποιεῖ αὐτὸ, εἰς μέσον ἑαυτὸν ἄγων, καὶ τὸ τῶν ἄλλων συμφέρον λέγων ζητεῖν. Ὁ γὰρ κανών ἐστι τοῦ τελειοτάτου Χριστιανοῦ, καὶ ὅρος ἠκριβωμένος, καὶ ἡ ἀνωτάτω κορυφὴ, τὸ κοινῇ συμφέρον ζητεῖν. Καὶ οὐδὲν οὕτω δύναται ποιῆσαι μίμησιν τοῦ Χριστοῦ, ὡς τὸ κήδεσθαι τῶν πλησίον. ∆ιὸ τὸ, Μιμηταί μου γίνεσθε, προσέθηκεν. «Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε. Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.» Ἀπαρτίσας τὰ περὶ τῶν εἰδωλοθύτων, λόγον ἐφ' ἕτερον μέτεισιν, τὸ μὴ τὰς γυναῖκας ἀκατακαλύπτως εὔχεσθαι, ἢ προφητεύειν, καὶ τὸ μὴ τοὺς ἄνδρας κομᾷν. Ἤδη δὲ ἦν καὶ περὶ τούτων παραινέσας, διὸ καὶ μνημονεύειν αὐτούς φησιν αὐτοῦ, εἰ καὶ μὴ πάντες ἐδέξαντο τὴν παραίνεσιν. «Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ.» 95.656 Σύμβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ, πολλὰ μὲν καὶ ἕτερα· τῷ μὲν τῆς ἀρχῆς, τῇ δὲ τῆς ὑποταγῆς. Μετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύτην μὲν κατακαλύπτεσθαι, τοῦτον δὲ γυμνὴν ἔχειν τὴν κεφαλήν. Εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι, τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους· καὶ ὁ μὲν, εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν· ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. «Πᾶσα δὲ γυνὴ προσευχομένη, ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ· εἰ γὰρ οὐ κατακαλύπτεται γυνὴ, καὶ κειράσθω. Εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι, ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.» Ἦσαν γὰρ γυναῖκες, τοῦτο τὸ χάρισμα ἔχουσαι, ὡς αἱ Φιλίππου θυγατέρες, καὶ ἕτεραι πρὸ ἐκείνων, καὶ μετ' ἐκείνας, περὶ ὧν καὶ προφητεία ἦν λέγουσα· Καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται. «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Γυνὴ δὲ δόξα ἀνδρός ἐστιν· οὐ γὰρ ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.» Ἄλλη πάλιν αἰτία, ἡ κωλύουσα κατακαλύπτεσθαι, καὶ ποία αὕτη, ἢ τὸ ἄρχοντα αὐτὸν εἶναι τῆς γυναικός; Τὸν γὰρ ἄρχοντα τῷ βασιλεῖ προσιόντα, τὸ τῆς ἀρχῆς σύμβολον ἔχειν δεῖ. Ὥσπερ οὖν οὐδεὶς τῶν ἀρχόντων χωρὶς ζώνης καὶ χλανίδος τολμήσειεν ἂν φανῆναι τῷ βασιλεῖ, οὕτω μηδὲ σὺ, φησὶ, χωρὶς τῶν συμβόλων τῆς ἀρχῆς, ὅπερ ἐστὶ τὸ μὴ κατακαλύπτεσθαι, προσεύχου τῷ Θεῷ, ἵνα μὴ ὑβρίσῃς, καὶ σεαυτὸν, καὶ τὸν τετιμηκότα. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γυναικὸς εἴποι τις ἄν. Καὶ γὰρ ἐκείνῃ ὕβρις, τὸ μὴ ἔχειν τὰ σύμβολα τῆς ὑποταγῆς. «∆ιὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.» ∆ιὰ τοῦτο, ποῖον; ∆ιὰ τὰ εἰρημένα, λέγει, πάντα. Καὶ πρῶτον μὲν, ὅτι κεφαλὴ ἡμῶν ὁ Χριστὸς, ἡμεῖς δὲ τῆς γυναικός. ∆εύτερον δὲ, ὅτι ἡμεῖς δόξα Θεοῦ, ἡμῶν δὲ ἡ γυνή. Τρίτον, ὅτι οὐχ ἡμεῖς ἐκ τῆς γυναικὸς, ἀλλ' ἐκείνη ἐξ ἡμῶν. Τέταρτον, ὅτι οὐχ ἡμεῖς διὰ τὴν γυναῖκα, ἀλλ' ἐκείνη δι' ἡμᾶς. Πέμπτον, διὰ τοὺς ἀγγέλους τοὺς παρεστηκότας, καὶ συναντιλαμβανομένους τῷ προσευχομένῳ. «Πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς, οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν Κυρίῳ. Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ· ἐν ὑμῖν αὐτοῖς κρίνατε. Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; ἢ οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῆς ἐστιν; ὅτι ἀντὶ περιβολαίου αὐτῇ δέδοται.» Ἐπειδὴ πολλὴν ὑπεροχὴν τῷ ἀνδρὶ εἰπὼν, ὅτι ἐξ 95.657 αὐτοῦ ἡ γυνὴ, καὶ δι' αὐτὸν, ἵνα μήτε τοὺς ἄνδρας ἐπάρῃ πλέον τοῦ δέοντος, μήτε ἐκείνας ταλαιπωρήσῃ, ἐπήγαγεν τὴν διάθεσιν. «Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν.» Μεμετρημένην τὴν ἐπιτίμησιν ἐποίησεν, πλείονα τὴν ἐντροπὴν ἐνθεὶς, ὅθεν καὶ βαρύτερον ἐποίησε τὸν λόγον. «Οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ.» ∆είκνυσιν