1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

104

αὐτῷ ἀντέστην. Ἐν Ἱεροσολύμοις ὑπάρχων ὁ Πέτρος, συγκατέβαινε τῷ Ἰουδαϊσμῷ, μὴ κωλύων τὴν περιτομὴν τέως, μήτε τὰ Σάββατα. Κατελθὼν δὲ εἰς τὴν Ἀντιόχειαν, ἀδιαφόρως συνήσθιε τοῖς πιστεύσασιν ἐξ ἐθνῶν εἰς τὸν Κύριον. Εἶτα κατελθόντων τινῶν ἀπὸ Ἱεροσολύμων, ἐφοβήθη σκανδαλίσαι αὐτοὺς, καὶ ἐχώρισεν ἑαυτὸν ἀπ' ἐκείνων, μεθ' ὧν συνδιῃτᾶτο 95.788 πρώην. Ἀλλὰ πεποίηκέ τινα οἰκονομίαν μετ' αὐτοῦ ὁ Παῦλος, ἔμπροσθεν πάντων ἐπιτιμήσας αὐτῷ, διὰ τὸ ἀναγκάζειν Ἰουδαΐζειν τὰ ἔθνη, ὅπως ἂν τοῦ διδασκάλου ταῦτα ἀκούοντος καὶ σιωπῶντος, ἐκεῖνοι διὰ τῆς ἐπιτιμήσεως αὐτοῦ τοῦ διδασκάλου μάθωσιν ὡς οὐ δεῖ φυλάττειν τὰ Ἰουδαϊκὰ ἔθη. Οἰκονομία δὲ ὅλον τὸ πρᾶγμα ἦν, ἐκ συνέσεως ἀμφοτέρων διὰ τὴν ὠφέλειαν τῶν μαθητῶν, ὥστε κἂν ὑποκρίνεσθαι λέγῃ τὸν Πέτρον, κἂν μὴ ὀρθοποδεῖν πρὸς ὠφέλειαν, τῇ οἰκονομίᾳ τῆς χρείας, τὰς φωνὰς λογισώμεθα. Ὅτι κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνικῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε, καὶ ἀφώριζεν ἑαυτόν. Ὑπὸ τῶν κατελθόντων δηλονότι ἀπὸ Ἱεροσολύμων. Φοβούμενος τοὺς ἐκ περιτομῆς. Μὴ σκανδαλίσῃ αὐτοὺς, δηλονότι, μή τι πάθῃ δεινὸν παρ' αὐτῶν. Καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβα συναναχθῆναι αὐτῶν τῇ ὑποκρίσει. Ὑπόκρισιν, τὴν φυλακὴν τοῦ νόμου καλεῖ, διδάσκων ταύτης χωρίζεσθαι. Ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Τουτέστι, παντελῶς οὐ παύεσθαι τῆς τοῦ νόμου παραδόσεως. Ὡς δὲ εἴπομεν ἤδη, τῇ χρείᾳ τῆς οἰκονομίας πλάττει τὰς φωνάς· οἰκονομία γὰρ ὅλον τὸ γινόμενον ἦν, καὶ ἡ ἐπίπληξις τοῦ Παύλου, καὶ ἡ σιωπὴ καὶ συγκατάθεσις τοῦ Πέτρου. Ἓν γὰρ ἐζήτουν ἀμφότεροι, τὸ παῦσαι τοὺς πιστεύοντας εἰς Χριστὸν τοῦ τὸν νόμον ἐπιτηρεῖν. Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ζῇς, καὶ οὐχὶ Ἰουδαϊκῶς. Τουτέστιν, Οὐ τηρεῖς τὴν τοῦ νόμου φυλακὴν, ἀλλ' ὥσπερ οἱ πιστεύσαντες τῶν ἐθνῶν, οὔτε Νουμηνίας, οὔτε Σάββατα φυλάττεις ἔτι. Πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; Καὶ ἐκ τούτου ἡ οἰκονομία τοῦ πράγματος δείκνυται. Καίτοι γε μὴ ἀναγκάζοντος αὐτοῦ, μήτε πείθοντος Ἰουδαΐζειν τὰ ἔθνη, τοῦτό φησιν ὁ Παῦλος ποιεῖν, ἵνα εὐάφορμος αὐτῷ ὡς ὑπὲρ ἰδίων μαθητῶν ἡ πρὸς τὸν Πέτρον ἐπιτίμησις εὑρεθῇ. Λεληθότως δὲ διὰ παντὸς τοῦ διηγήματος, παιδεύει Γαλάτας τὸ βαρὺ τῆς ἐπιπλήξεως ῥᾳδίως φέρειν. Εἰ γὰρ ὁ Πέτρος ἐξ Ἰουδαίων ὢν, καὶ Ἰουδαΐζειν πείθων ἐπετιμήθη, καὶ ἤνεγκεν τὴν ἐπιτίμησιν, ὡς καλῶς γινομένην, πολλῷ πλέον Γαλάται ἐξ ἐθνῶν ὄντες, καὶ πιστεύσαντες εἰς Χριστὸν, καὶ πάλιν ὑποθέντες ἑαυτοὺς τῇ δουλείᾳ τοῦ νόμου, ἐπιπληττόμενοι δέχεσθαι ὀφείλουσι τὴν ἐπίπληξιν. Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρ 95.789 τωλοί. Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου, δίοτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα ἡ σάρξ. Κατασκευάσας ἐκ τῶν περὶ Πέτρον τὸ μὴ δεῖν περιτέμνεσθαι, καθολικώτερον τοῦτο κατασκευάζει. Εἰ γὰρ οἱ ἐκ παιδὸς Ἰουδαῖοι, καὶ οὐ προσήλυτοι, ἀλλ' ἐντραφέντες τῷ νόμῳ, τὴν ἀσθένειαν ἑωρακότες τοῦ νόμου εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον, εἰς τὴν διὰ πίστεως μετέστησαν χάριν, πόσῳ μᾶλλον οἱ ἐξ ἀρχῆς μὴ ὄντες τοῦ νόμου, ἀλλ' ἐκ τῶν ἐθνῶν, εἶτα πιστεύσαντες εἰς Χριστὸν, οὐκ ὀφείλουσι προσκλῖναι τῷ ἀσθενοῦντι πρὸς διόρθωσιν νόμῳ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Ὅρα εἰς ὅσην ἀτοπίαν ἐξάγει τοὺς προσκειμένους τῷ νόμῳ. Εἰ οὐκ ἰσχύει, φησὶν, ἡ εἰς Χριστὸν πίστις δικαιῶσαι, ἀλλὰ ἀνάγκη πάλιν τῷ νόμῳ ἔχεσθαι, τὸν νόμον ἀφέντες διὰ Χριστὸν, καὶ οὐ δικαιούμενοι ἐκ τῆς ἀφέσεως, ἀλλὰ κατακρινόμενοι, τῆς κατακρίσεως εὑρήσομεν αὐτὸν ἡμῖν γινόμενον αἴτιον, δι' ὂν τὸν νόμον ἀφέντες πρὸς τὴν πίστιν ἐδράμομεν. Μὴ γένοιτο. Ἑωρακὼς τὴν συμβαίνουσαν ἐκ τοῦ δόγματος ἀτοπίαν, ταχέως ἀποπηδᾷ, τῷ, Μὴ γένοιτο,