1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

147

ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ 95.928 παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ' ἡμῶν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐλάβομεν παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Καὶ τοῦτο αὐτοῖς παραινεῖ, τὸ παραιτεῖσθαι τοὺς ἀργούς. Οὗτοι γάρ εἰσιν καὶ φλύαροι, καὶ περίεργοι. Καὶ εἰ αὐτὸς τὸ Εὐαγγέλιον κηρύττων ἐργάζεται, πόσῳ μᾶλλον τοὺς ἄλλους ἐργάζεσθαι δεῖ; Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ' ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν, εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ καὶ περιεργαζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν, καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Ὁ γὰρ Κύριος διέταξεν τοῖς τὸ Εὐαγγέλιον κηρύττουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν. Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε καλοποιοῦντες. Ἢ περὶ ἐλεημοσύνης αὐτοῖς λεληθότως διαλέγεται, ἢ τοῦτο λέγει, Νουθετοῦντες τοὺς μὴ βουλομένους ἐργάζεσθαι μὴ ἀποκάμνετε. Τοῦτο γάρ ἐστι καλοποιεῖν, ὅταν πονηρὸν ἔθος ἐκβάλωσιν ταῖς παραινέσεσιν. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης. ∆οκεῖ μετρία εἶναι ἡ τιμωρία τοῖς μὴ ὑπακούουσιν· ἔστι δὲ τῶν σφόδρα βαρέων. Τοῦ γὰρ ἐν ἐρημίᾳ διάγειν, κἂν μέσῃ τῇ πόλει τυγχάνῃ, τί βαρύτερον; Καὶ ταύτην δὲ, οὐ μίσει, ἀλλὰ ἀγάπῃ τῇ πρὸς τὸν τιμωρούμενον, ποιεῖ. ∆ιὸ καὶ ἐπήγαγε, καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε. ∆ῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Ἐπειδὴ χωρίζεσθαι τῶν ἀτάκτων παρῄνεσε, δείκνυσιν, ὡς οὐχ ἑκὼν τοῦτο πεποίηκεν, ἀλλὰ τῇ ἀνάγκῃ ἐνδιδούς. Αὐτίκα οὖν εὔχεται ἀργῆσαι τὴν κατ' αὐτῶν τιμωρίαν, τουτέστι τὴν διάστασιν, καὶ τὸν χωρισμὸν διὰ παντὸς, καὶ ἐπὶ παντὶ τρόπῳ, τὴν εἰρήνην αὐτοῖς ἐπευχόμενος. Ἀργήσει δὲ, μεταβαλλομένων δηλονότι τῶν ἀργῶν εἰς ἄνδρας σπουδαίους καὶ ἐνεργούς. Ὅς ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Ἐπειδὴ ἀρχόμενος τῆς ἐπιστολῆς εἶπεν, Μὴ πιστεύετε τοῖς καταγγέλλουσι νῦν τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου, κἂν εἰ λέγοιεν ὡς ἡμεῖς δι' ἐπιστο 95.929 λῆς τοῦτο δηλοῦμεν· τούτου χάριν διδάσκει αὐτοὺς καὶ τὸ σημεῖον τῆς αὐτοῦ ἐπιστολῆς, φοβούμενος μὴ πλάσωνταί τι, ὡς ἐκ τοῦ Ἀποστόλου πεμφθέν. Πρὸς Θεσσαλονικεῖς βʹ ἐγράφη ἀπὸ Ἀθηνῶν. στίχων ρʹ.

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς

προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἐν Υἱῷ. Ὅρα πῶς οὐδὲν ἐν προοιμίοις, ὥσπερ εἴωθεν, εἰπὼν, ἐξ ἀρχῆς εὐθὺς ἐπὶ τὰ βάθη τῶν μυστηρίων ὁρμᾷ, δεικνὺς τῆς εὐαγγελικῆς πολιτείας πρὸς τὴν νομικὴν πολὺ τὸ μέσον τυγχάνον. καὶ πῶς τοῦτο ποιεῖ; Πάλαι, φησὶν, ὁ Θεὸς διὰ προφητῶν ἐλάλει, καὶ ταῦτα συνεσκιασμένως· τοῦτο γὰρ σημαίνει τὸ, πολυμερῶς καὶ πολυτρόπως· νυνὶ δὲ δι' αὐτοῦ τοῦ Υἱοῦ· ὥστε τοσοῦτον δείκνυται τὸ μέσον, ὅσον δεσπότου καὶ δούλων. Εἰκότως δὲ τοῦτο πεποίηκεν ἐξ ἀρχῆς, ἅτε μὴ χρῃζόντων τῶν Ἰουδαίων, ὥσπερ τῶν ἄλλων ἐθνῶν, εἰσαγωγῆς πνευματικῆς, ἥτις ἐν προοιμίοις ᾠκονόμητο πάσης ἐπιστολῆς, διὸ ὡς ἐπιστήμοσι τοῦ νόμου ἐξ αὐτοῦ τοῦ βάθους τῶν μυστηρίων