1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

103

ΚΕΦΑΛ. Βʹ. Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα,

συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν. Οὐκ ἦλθον διδαχθῆναι, φησὶν, ἀλλ' ἱστορῆσαι· ὅπερ ἐστὶ μόνον τιμῶντος αὐτόν. Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι· κατ' ἰδίαν δὲ τοῖς δοκοῦσι μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. Κατ' ἀρχὰς μὲν τοῦ δέξασθαι τὸ Εὐαγγέλιον οὐκ ἀνῆλθεν, οὐδὲ ἀνέθετο αὐτὸ τοῖς ἀποστόλοις. Οὐδὲ γὰρ ἐδεῖτο παρὰ Χριστοῦ μαθὼν τῆς ἐκείνων διδασκαλίας. Προϊόντος δὲ τοῦ χρόνου, καὶ κηρύττοντος αὐτοῦ τοῖς ἔθνεσιν ἄνευ περιτομῆς τὸ Εὐαγγέλιον, ἐσκανδαλίζοντό τινες, τῶν μὲν περὶ Πέτρον μὴ ἀναιρούντων τὴν περιτομὴν, τούτου δὲ μόνου ἀναιροῦντος. ∆ιὸ τοῦτο τὸ σκάνδαλον τῶν ἄλλων τὸ Πνεῦμα τὸ ἅγιον ἐκκόψαι βουλόμενον, προσέταξεν αὐτῷ μετὰ μαρτύρων ἀνελθεῖν, καὶ ἀναθέσθαι τοῖς ἀποστόλοις τὸ ἄνευ περιτομῆς κηρύσσειν, ἵνα καὶ ἐκείνων συνθεμένων αὐτῷ, τοῦτο λυθῇ τῶν ἀνθρώπων τὸ σκάνδαλον. Ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ, Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι. Ὑπὸ τῶν ἀποστόλων δηλονότι· ὅπερ ἀπόδειξις ἦν μεγίστη τοῦ μὴ καταγινώσκειν αὐτοὺς τοῦ Ἀποστόλου, τὰ ἔθνη μὴ περιτέμνοντος. ∆ιὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ. Τὸ διὰ, ἀντὶ τοῦ, κατὰ, κεῖται. Ὁ δὲ νοῦς οὗτος. Οἱ ἀπόστολοι, φησὶν, οὐκ ἠνάγκασαν ἀκρόβυστον ὄντα τὸν Τίτον περιτμηθῆναι, καίτοι τῶν παρεισάκτων ψευδαδέλφων αὐτὸ τοῦτο παρατηρούντων, καὶ ἀναγκαζόντων περιτέμνειν· τὸ ξένον περὶ τὴν ἀλήθειαν ἐν τάξει κατασκόπων προσαγορεύσας αὐτούς. Ἵνα ἡμᾶς καταδουλώσωσιν. Εἰς τὴν δουλείαν, φησὶ, πάλιν εἰσαγάγωσι τοῦ νόμου. ∆ιὸ καὶ ἀλλαχοῦ φησι· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου. Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. Οὐδὲ πρὸς βραχὺ, φησὶν, ὑπετάγημεν αὐτοῖς, παρεισάκτοις δηλονότι, ἵνα μὴ ἄλλα εἰπόντες περὶ τοῦ Εὐαγγελίου, ἄλλα πράττοντες εὑρεθῶμεν. Τί δὲ εἶπε, περὶ τοῦ Εὐαγγελίου; Ὥστε εἴ τις ἐν Χρι 95.785 στῷ, καινὴ κτίσις. Καὶ, τὰ ἀρχαῖα παρῆλθεν, 95.785 ἰδοὺ γέγονε τὰ πάντα καινά. Καὶ, τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν. Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει. Ἐμοὶ γὰρ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο. Τὸ μὲν, δοκούντων, ἀντὶ τοῦ, ὄντων· ὡς καὶ περὶ ἑαυτοῦ εἶπε· ∆οκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Ὁ δὲ νοῦς οὗτος· Οἱ περὶ Πέτρον, φησὶ, τί ποτε σκοποῦντες συγκατέβαινον τῇ περιτομῇ, οὐκ οἶδα, οὐδὲ φιλονεικῶ περὶ τούτου· οὗτοι δὲ ἴσασι, ὡς λόγον δώσοντες τῷ Θεῷ. Ἓν δὲ οἶδα, ὅτι ἐλθόντι οὐδὲν πλέον εἶπον περὶ τοῦ κηρύγματος. Εὖ εἶπε καὶ τὸ ὁποῖοι ἦσαν, ἀλλ' οὐκ εἰσὶν, ἵνα τῇ ἀρχῇ τοῦ κηρύγματος δῷ κἀκείνων τὴν συγκατάβασιν. Ἀντὶ τοῦ, ἐναντιώθησαν. Ἀλλὰ τοὐναντίον ἰδόντες, ὅτι πεπίστευμαι τὸ Εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς (ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς περιτομὴν, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη)· καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Τῷ, ἀλλὰ τοὐναντίον ἰδόντες, συναπτέον τὸ, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ. Λέγει δὲ τὰ διὰ μέσου, πάλιν δεικνὺς, ὡς οὐ παρὰ ἀνθρώπων εἰς τὸ κηρύσσειν τοῖς ἔθνεσι κεχειροτόνηται, ὅπερ οἱ ἐχθροὶ ἔλεγον περὶ αὐτοῦ. Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. Αἱ συνθῆκαι, φησὶ, τοιαῦται γεγόνασι, ὥστε καὶ ἐκείνους μὲν τοῖς Ἰουδαίοις, ἡμᾶς δὲ κηρύσσειν τοῖς ἔθνεσι. Κοινὴ δὲ γέγονεν ἀμφοτέροις ἡ τῶν πενήτων φροντίς. Οὗτοι δὲ ἦσαν οἱ πένητες, οἱ ἐξ Ἰουδαίων πιστεύσαντες εἰς Χριστὸν, οἳ καὶ τῶν ἰδίων οἴκων ὑπὸ τῶν Ἰουδαίων ἀπεστερήθησαν· καὶ οὗτοί εἰσιν οἷς ἔγραφεν, Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ἡμῶν μετὰ χαρᾶς προσεδέξασθε. Ὅτε δὲ ἦλθε Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον