1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

37

Ὅρα πῶς δείκνυσιν, ὡς οὐ τῆς παρ' αὐτῶν ἐφιέμενος δόξης ἔγραφέν τε καὶ παρεγίνετο. «Ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν.» Ἵνα μὴ δόξῃ εὐτελίζειν αὐτοὺς τῷ λέγειν, Ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, πάλιν τὸν τῆς ἀγάπης λόγον κινεῖ, εἰπών· Ἐπιποθίαν ἔχων ἐλθεῖν πρὸς ὑμᾶς. «Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλπίζω γὰρ πορευόμενος θεάσασθαι ὑμᾶς.» Ἵνα μὴ πάλιν αὐτοὺς φυσήσῃ, ὅρα πῶς αὐτοὺς καταστέλλει εἰπών· Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς. Ὁμοῦ γὰρ τὴν ἀγάπην δεῖξαι βούλεται, καὶ καταλῦσαι καταλαζονεύεσθαι ἐκείνους. «Καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.» Ἵνα πάλιν μὴ λυποῖντο ὡς ὁδοῦ πάρεργον αὐτοὺς θεωροῦντος τοῦ Ἀποστόλου, φησὶν τὸ ὑφ' ὑμῶν προπεμφθῆναι, τουτέστιν, ἵνα ὑμεῖς μοι μαρτυρές ἐστε, ὡς οὐ καταφρονῶν ὑμῶν, ἀλλὰ ἑλκόμενος ὑπὸ τῆς χρείας παρατρέχω· καὶ ἐπιτείνων τοιοῦτόν φησιν· Ἐὰν ἀφ' ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. «Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῶν τοῖς ἁγίοις.» Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκέτι ἔχω ἐν τοῖς κλίμασι τούτοις· καὶ ἐπιποθίαν ἔχω ἀπὸ πολλῶν ἐτῶν ἐλθεῖν πρὸς ὑμᾶς, ἔμελλεν δὲ ἔτι βραδύνειν, ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν δι' ἣν ἀναβάλλεται. Καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελλήσεως. ∆ιδάσκει δὲ καὶ ἕτερον λεληθότως, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην, καὶ σπουδαιοτέρους ποιῆσαι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, 95.564 ἤρκει εἰπεῖν τὸ, Πορεύομαι εἰς Ἱερουσαλήμ· νῦν δὲ προσέθηκεν, διακονήσων τοῖς ἁγίοις. «Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαία.» Τουτέστιν, ἐδοκίμασαν, ἐπεθύμησαν. «Κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν.» Οὐκ εἶπεν, ἐλεημοσύνην, ἀλλὰ, κοινωνίαν· τὸ δὲ, τινὰ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἵνα μὴ δόξῃ αὐτοὺς ὀνειδίζειν. Καὶ οὐκ εἶπεν ἁπλῶς, εἰς τοὺς πτωχοὺς, ἀλλ' εἰς τοὺς πτωχοὺς τῶν ἁγίων. Καὶ οὐ τούτῳ μόνῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε καὶ, ὅτι ὀφειλέται εἰσίν. «Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.» Ὃ λέγει τοιοῦτόν ἐστι· ∆ι' αὐτοὺς ἦλθεν, φησὶν, ὁ Χριστός· αὐτοῖς ἦν ἅπαντα ἐπαγγειλάμενος, τοῖς ἐξ Ἰουδαίων· ἐξ αὐτῶν ὁ Χριστός· διὸ ἔλεγεν, Ἐκ τῶν Ἰουδαίων ἐστὶν ἡ σωτηρία. Ἐκεῖθεν οἱ ἀπόστολοι· ἐκεῖθεν οἱ προφῆται· ἐκεῖθεν τὰ ἀγαθὰ πάντα. Τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκουμένη. Εἰ τοίνυν ἐν τοῖς μείζοσιν ἐκοινωνήσατε, φησὶν, ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι καὶ μεταδοῦναι αὐτοῖς. Καὶ οὐκ εἶπε, κοινωνῆσαι, ἀλλὰ, λειτουργῆσαι, ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς καὶ τῷ βασιλεῖ τελούντων φόρους. «Τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον.» Τουτέστιν, ὡς εἰς βασιλικὰ ταμεῖα ἀποτιθέμενος, ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ. Καὶ οὐκ εἶπεν, ἐλεημοσύνην, ἀλλὰ πάλιν, τὸν καρπὸν, δεικνὺς κερδαίνοντας τοὺς παρέχοντας. «Ἀπελεύσομαι δι' ὑμῶν εἰς Σπανίαν.» Πάλιν μέμνηται τῆς Σπανίας, δεικνὺς τὸ ἄοκνον, καὶ τὸ περὶ ἐκείνους θερμόν. «Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ἡμᾶς, ἐν πληρώματι εὐλογίας Χριστοῦ τοῦ Εὐαγγελίου ἐλεύσομαι.» Ὡσανεὶ ἔλεγεν· Οἶδα ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγαθοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ Εὐαγγέλιον. Καὶ τοῦτο δὲ τρόπος συμβουλῆς θαυμαστὸς, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις. «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν. Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται, καὶ οὐδαμοῦ μὲν μέμνηται τοῦ Πατρός. Ταῦτα δὲ λέγει, ἵνα ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνον, μήτε τὸν Υἱὸν, μήτε τὸ Πνεῦμα ἀθετῇς. Καὶ οὐκ εἶπε, Πνεῦμα, ἀλλὰ, ἀγάπης Πνεύματος. Καθάπερ γὰρ Χριστὸς ἠγάπησε τὸν κόσμον, καὶ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. 95.565 «Ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ.» ∆είκνυσι μὲν τὸ