1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

89

ἄλλων ἐνέπλησεν ἀγαθῶν. ∆είκνυται δὲ καὶ τὸ τῶν ἀποστόλων ἀξίωμα, ἡλίκον πρᾶγμα ἐγχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ ἡ ὑπερβολή. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ. Ἔπεμψεν τὸν Υἱὸν, φησὶν, ὁ Πατὴρ παρακαλέσαι καὶ πρεσβεύσασθαι πρὸς τὴν τῶν ἀνθρώπων φύσιν ὑπὲρ αὐτοῦ. Ἐπεὶ οὖν σφαγεὶς ἐκεῖνος ἀπῆλθεν, ἡμεῖς δὲ ἐδεξάμεθα τὴν πρεσβείαν, καὶ ἀντ' αὐτοῦ καὶ ὑπὲρ τοῦ Πατρὸς παρακαλοῦμεν ὑμᾶς. Τοσοῦτο τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, ὅτι καὶ τὸν Υἱὸν ἐπέδωκε, καὶ ταῦτα, εἰδὼς ὅτι σφαγήσεται, καὶ ἀποστόλους ἡμᾶς δι' ὑμᾶς πεπρίηκεν. Ὥστε εἰκότως καὶ ἔλεγε, Πάντα δι' ὑμᾶς. Τὸ οὖν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, τουτέστιν, ἀντὶ τοῦ Χριστοῦ ἡμεῖς διεδεξάμεθα τὰ ἐκείνου. Εἰ δὲ μέγα σοι τοῦτο δοκεῖ, ἄκουε καὶ ὅτι ἀντὶ τοῦ Πατρὸς τοῦτο ποιοῦσιν. ∆ιὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐ γὰρ διὰ τοῦ Υἱοῦ αὐτοῦ παρεκάλεσε μόνον, ἀλλὰ καὶ δι' ἡμῶν τῶν τοῦ Υἱοῦ αὐτοῦ ἀναδεξαμένων ἔργον. Ταῦτα δὲ λέγων, τὴν ὑπερβολὴν ἐπιδείκνυται τῆς φιλανθρωπίας τοῦ Θεοῦ. Καταλλάγητε τῷ Θεῷ. Οὐκ εἶπε, καταλλάξατε τὸν Θεὸν ἐν ἑαυτοῖς. Οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ ἐχθραίνων, ἀλλ' ὑμεῖς. Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν. Οὐ λέγω, φησὶ, τὰ πρότερα, ὅτι ὑβρίσατε οὐδὲν ἠδικηκότα, ἀλλὰ καὶ εὐεργετήσαντα, καὶ ὅτι δίκας οὐκ ἀπῄτησεν ὑμᾶς, οὐδὲ ὅτι παρακαλεῖ πρῶτος ὑβρισθεὶς, ἀλλὰ διὰ ταῦτα ἃ ἐποίησε νῦν. Τί δὲ ἐποίησε; Τὸν Υἱὸν ὑπὲρ τῶν ὑβρικότων ἔδωκε, τὸν μηδὲν ἠδικηκότα ὑπὲρ τῶν ἠδικηκότων ἀποθανεῖν εἴασε. Καὶ οὐχ ἁπλῶς οὕτως εἴρηται, ἀλλὰ ὃ πολλῷ τούτου μεῖζόν ἐστιν, τοῦτο ἔθηκε. Τί δέ ἐστι τοῦτο; Τὸν μὴ 95.737 γνόντα ἁμαρτίαν, φησὶν, τουτέστι τὸν αὐτὸν δικαιοσύνην ὄντα, ἁμαρτίαν ἐποίησεν, τουτέστιν ὡς ἁμαρτωλὸν κατακριθῆναι ἀφῆκεν. Ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. ∆ιὰ τοῦτο, φησὶν, ἔδωκε πρὸς αἰσχύνην τὸν Υἱὸν, ἵνα τὰ μεγάλα ἡμῖν χαρίσηται ἀγαθὰ, ἃ οὐδέποτε προσεδοκήσαμεν.

ΚΕΦΑΛ. ςʹ. Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ

δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ἐπειδὴ μεγάλα εἶπεν, ὅτι Θεὸς παρεκάλει, καὶ ἡμεῖς πρεσβεύομεν, ἵνα μὴ ἀναπέσωσιν ἐντεῦθεν, πάλιν αὐτοὺς φοβεῖ, λέγων· Μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Μὴ γὰρ, ἐπειδὴ παρακαλεῖ, φησὶ, καὶ ἔπεμψε πρεσβεύοντας, διὰ τοῦτο ῥᾳθυμήσωμεν, ἀλλὰ μᾶλλον ἐπειγώμεθα πρὸς τὸ ἀρέσαι αὐτῷ, ἵνα μὴ τῶν τοιούτων ἐκπέσητε ἀγαθῶν. Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος· ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Τὸν τῆς δωρεᾶς, φησὶν, τὸν τῆς χάριτος, ὅτε οὐκ ἔστιν εὐθύνας ἀπαιτηθῆναι τῶν ἁμαρτημάτων, οὐδὲ δίκην δοῦναι, ἀλλὰ μετὰ τῆς ἀπαλλαγῆς, καὶ μυρίων ἀπολαύομεν καλῶν. Μὴ τοίνυν προδῶμεν τὸ εὔκαιρον, ἀλλ' ἐπιδειξώμεθα ἄξιον τῆς χάριτος τὴν σπουδήν. Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι. Τουτέστι, μέμψιν, κατάγνωσιν μηδενὶ παρέχοντες καθ' ἡμῶν. Ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας. Ἐν αὐτῷ γὰρ, φησὶ, ταῦτα πάντα κατορθοῦμεν· ἢ ἐκεῖνο λέγει, ὅτι καὶ Πνεύματος ἁγίου πεπληρώμεθα. Ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης. Τοῦτο ἀεὶ λέγει, τὸ πᾶν ἀνατιθεὶς τῷ Θεῷ. Τῶν δεξιῶν καὶ ἀριστερῶν· διὰ δόξης καὶ ἀτιμίας· διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι. Ἀριστερὰ καλεῖ τὰ δοκοῦντα εἶναι λυπηρὰ, καίτοι ταῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα, ἀλλὰ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν καλεῖ. ∆εξιὰ δὲ, τὰς