1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

102

παρελάβετε, ἀνάθεμα ἔστω. Ὅρα σύνεσιν ἀποστολικήν· Ἵνα γὰρ μή τις λέγῃ, ὅτι κενοδοξίας ἕνεκεν τὰ ἴδια συγκροτεῖ δόγματα, καὶ αὐτὸν ἀνεθεμάτισεν· ἐπειδὴ δὲ εἰς ἀξιώματα κατέφυγον, Ἰάκωβον καὶ Ἰωάννην, διὰ τοῦτο καὶ ἀγγέλων ἐμνήσθη. Μὴ γάρ μοι Ἰάκωβον εἴπῃς καὶ Ἰωάννην. Κἂν γὰρ τῶν πρώτων ἀγγέλων ᾖ τις, φησὶν, διαφθείρων τὸ κήρυγμα, ἀνάθεμα ἔστω. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; Εἰ καὶ ὑμᾶς ἠπάτων, φησὶ, ταῦτα λέγων, μὴ καὶ τὸν Θεὸν παραλογίσασθαι δύναμαι, τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, καὶ ᾧ πᾶσά μοι σπουδὴ καὶ διὰ πάντων ἀρέσκειν; Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος ἂν ἤμην. Γνωρίζω γὰρ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Εἰ ἤθελον ἀνθρώποις ἀρέσαι, φησὶν, ἔτι μετὰ Ἰουδαίων ἤμην, καὶ τὴν Ἐκκλησίαν ἐπόρθουν. Εἰ δὲ ἔθνους ὁλοκλήρου καὶ συγγενῶν καὶ δόξης κατεφρόνησα, καὶ ἀντηλλαξάμην διωγμοὺς, καὶ πολέμους, καὶ θανάτους καθημερινοὺς, εὔδηλον ὅτι καὶ ταῦτα ἃ λέγω νῦν, οὐ τῆς τῶν ἀνθρώπων ἐφιέμενος δόξης λέγω. Τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ μέλλει καὶ τὸν πρότερον αὐτοῦ διηγεῖσθαι βίον. Ἵνα οὖν μὴ νομίσωσιν, ὅτι αὐτοῖς ἀπολογούμενος τοῦτο ποιεῖ, καὶ ἐπαρθῶσιν, διὰ τοῦτο φησιν· Ἄρτι γὰρ ἀνθρώπους πείθω. 95.781 Οὐδὲ γὰρ ἐγὼ παρ' ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην· ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς ἄνω καὶ κάτω διισχυρίζεται, ὡς τοῦ Θεοῦ γέγονε μαθητὴς, διὰ τὸ τοὺς ἀναγκάζοντας περιτέμνεσθαι Γαλάτας, λέγειν· ὡς ἐκεῖνοι οἱ τοῦ Χριστοῦ γεγονότες μαθηταὶ, Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἐῶσι τὴν περιτομὴν, οὗτος δὲ μαθητῶν ἐστι μαθητὴς, καὶ οὐ δεῖ ἐκείνοις μᾶλλον ἢ τούτῳ προσέχειν; Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτὴν, καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεός. Ἔστι μὲν τὸ κατασκευαζόμενον ὅλον ἀπόδειξις τοῦ μὴ παρ' ἀνθρώπου, παραλαβεῖν αὐτὸν τὸ μυστήριον. Ἡ γὰρ τοσαύτη ἀθρόως γενομένη μεταβολὴ οὐκ ἂν δι' ἀνθρώπου ᾖ δυνατὸν γίνεσθαι. Ἡ γὰρ ἐξ ἀνθρώπων διδασκαλία κατ' ὀλίγον ἐστὶ προκόπτουσα. Ἔχει δὲ καὶ ἄλλην τινὰ λανθάνουσαν κατασκευήν. Ἠρέμα γὰρ αὐτοὺς διδάσκει μὴ πράσσειν τὰ νομικά· εἰ γὰρ ὁ τοσαύτην, φησὶ, σπουδὴν ἐν τῷ νόμῳ ἐνδειξάμενος, τὰ τοῦ νόμου ἀφεὶς, ἐπὶ τὴν ἐκ πίστεως ἦλθε σωτηρίαν, εὔδηλον ὡς τελειῶσαι τὸν νόμον μὴ δυνηθέντα καταλέλοιπε. Πολλῷ οὖν μᾶλλον οἱ τῇ πίστει προσδεδραμηκότες, οὐκ ὀφείλουσι διώκειν τὸν μὴ δυνάμενον τελειοῦν. Ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν. Εἰ ἐκ κοιλίας ἐκλήθη μητρὸς, εἰς τὴν ἀποστολὴν δηλονότι, πῶς διώκτης ἐγένετο; Τοῦτο δὲ τὸ ἄπορον αὐτὸς ἐν ἑτέρῳ ἔλυσεν τόπῳ, εἰπών· Ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν αὐτοῦ, εἰς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Εὐθέως οὐ προανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱερουσαλὴμ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ἐπέστρεψα εἰς ∆αμασκόν. Πάλιν κατασκευαστικὸν, τὸ μὴ παρ' ἀνθρώπων αὐτὸν τὴν περὶ Χριστοῦ διδασκαλίαν δέξασθαι. Πῶς γὰρ καὶ ἔμελλεν ἀνθρώποις ἀναθέσθαι, ὁ τῆς ἄνωθεν διδασκαλίας ἠξιωμένος; Ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυμα, ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δέκα καὶ πέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. Ἤμην δὲ ἀγνοούμενος τῷ 95.784 προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· μόνον δὲ ἀκούσαντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει· καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.