1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

132

τοῦ παντὸς οἴκου οἰκοδομὴ, αἱ δὲ πράξεις αἱ κατ' ἀρετὴν, ὀρόφῳ ἐοίκασι συγκλείοντι καὶ οἱονεὶ στεφανοῦντι τὸ πᾶν οἰκοδόμημα. Καὶ εἴδετε ἐν ἐμοί. Ἐπειδὴ πολλῆς ἀρετῆς εἶπεν ἀντέχεσθαι, ἀληθείας, σεμνότητος, δικαιοσύνης, ἁγνείας, φιλαδελφίας, εὐλογίας, καὶ πάντων ὅσα ποιοῦσιν ἀρετὴν, ὅσα εὐφημίαν· ἐπειδὴ τούτων πάντων εἶπεν ἐπιμελεῖσθαι, ἵνα μὴ δόξῃ μείζονα ὧν ἴσχυον ποιεῖν ἐπιτάττειν αὐτοῖς, τούτου χάριν ἐφ' ἑαυτοῦ εἰς τὸ κατορθοῦν αὐτὰ παρακαλεῖ αὐτούς. Ὅμοιον οὖν ὡς εἰ λέγοι· Ἵνα μὴ ἀκηδιάσητε, ὡς μεγάλων ὄντων τῶν ἐπιταγμάτων, καὶ μειζόνων ἢ δύνασθαι κατορθοῦν. Ἐν ἐμοὶ γὰρ, φησὶν, ἅπαντα ἠκούσατε γινόμενα, καὶ οὐ μόνον ἠκούσατε, ἀλλὰ καὶ τεθέασθε. Ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν. 95.881 Παραινῶ, φησὶ, ποιεῖν αὐτὰ, ἐπειδὴ καὶ μέγας ὁ ὑπὲρ αὐτῶν μισθός· οὗτος δέ ἐστιν, τὸ σύνοικον ἔχειν τὸν Θεόν. Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ' ᾧ καὶ ἐφρονεῖτε· ἠκαιρεῖσθε δέ· οὐχ ὅτι καθ' ὑστέρησιν λέγω. Ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμὶ αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν ἐν παντί· καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι· ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ, καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε· οὐχ ὅτι ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ἀπέχω δὲ πάντα, καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρ' Ἐπαφροδίτου τὰ παρ' ὑμῶν. Περὶ τῆς διακονίας ἧς ἀπέστειλαν αὐτῷ, λέγει. Ἐχάρη δὲ, οὐχ ὅτι ἔλαβεν, ἀλλ' ὅτι καρπὸν ἔσχον οἱ μαθηταί. Εἰ γὰρ ὁ Κύριος διέταξεν αὐτοὺς διδόναι, πῶς οὐκ ἔπταιον μὴ διδόντες; Οἰκείως οὖν σφόδρα τὸ, ἀνεθάλετε, εἶπεν. Ἀρχὴ γὰρ ἀγαθοῦ καρποῦ ἡ πρὸς τοὺς διδασκάλους κοινωνία, ὥσπερ ἀμέλει καὶ μαρασμοῦ, ἡ τούτων λήθη. Ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ. Τοῦτο γάρ ἐστι τὸ παρέχον αὐτοῖς εὐωδιάζειν· νόμον γὰρ θεῖον πληροῦσιν. Ὁ δὲ Θεός μου πληρώσῃ πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ. Τῷ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί· ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι. Μάλιστα δέ. Ὅρα τῆς διακονίας πόσος ὁ καρπός· τὸ πλουτισθῆναι αὐτοὺς ἐν δόξῃ Χριστοῦ· ἅμα δὲ καὶ ἠρέμα αὐτοὺς διδάσκει, ὡς διὰ τὸ χρήσιμον αὐτῶν ἐκέλευσεν αὐτοὺς ὁ Χριστὸς κοινωνεῖν τοῖς διδασκάλοις, ἵνα τῶν πνευματικῶν αὐτῶν μεταλάβωσιν. Ἐπεὶ πῶς οὐκ ἠδύνατο ὁ τούτους πλουτίζων, καὶ τοὺς διδασκάλους πλουτίσαι; Ἀλλ' οἰκονομίᾳ τοῦτο πεποίηκεν, ἵνα καὶ οἱ διδάσκαλοι μὴ κατεπαίρωνται τῶν μαθητῶν, ὡς δωρεὰν αὐτοὺς πλουτίζοντες, μήτε οἱ μαθηταὶ ἀκηδιῶσιν, ὡς ἀεὶ ἐν τῇ τῶν πτωχευόντων ὄντες τάξει, καὶ μηδὲν μεταδιδόντες αὐτοῖς. ∆ιὰ τοῦτο ἀνάδοσιν καὶ κοινωνίαν ἐκέλευσε γίνεσθαι, εἰ καὶ τὰ τῶν διδασκάλων ἀσυγκρίτως μείζονα. Οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Παραμυθεῖται σφόδρα αὐτοὺς, τῷ εἰς τὸν οἶκον 95.884 τὸν βασιλικὸν κεκρατηκέναι εἰπεῖν τὸ κήρυγμα, καὶ ἐπὶ τοσοῦτον, ὥστε καὶ τοὺς ἐν Φιλίπποις πιστοὺς κατασπάζεσθαι. Μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν. ∆είκνυσιν ὡς πάντες, πρὸς οὓς γράφει τὴν ἐπιστολὴν, εἰσὶ πνευματικοί. Τοῦτο γὰρ καὶ δι' ὅλης τῆς ἐπιστολῆς αὐτοῖς μαρτυρεῖ. Πρὸς Φιλιππησίους ἐγράφη ἀπὸ Ῥώμης δι' Ἐπαφροδίτου. Στίχων σηʹ.

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ.