1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

78

ἐπὶ τῶν σπερμάτων; Ἐπὶ τῶν σωμάτων γυμνάσωμεν τοῦτο αὐτὸ, περὶ οὗ ὁ λόγος ἡμῖν νῦν· ἐπειδὴ τὸν τῆς ἀναστάσεως κατεσκεύασε λόγον, δείκνυσι λοιπὸν, ὅτι πολλὴ ἡ τῆς δόξης τότε διαφορὰ, εἰ καὶ ἀνάστασις μία. Καὶ διαιρέσεις δύο, εἰς τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια. Ὅτι μὲν γὰρ τὰ σώματα ἀνίσταται, ἔδειξεν διὰ τοῦ σίτου. Ὅτι δὲ οὐκ ἐν τῇ αὐτῇ δόξῃ πάντα, δείκνυσιν ἐντεῦθεν. ∆είκνυσιν οὖν ὡς καὶ τῶν δικαίων πολλὴ ἡ διαφορὰ, τὸν μὲν ἡλίῳ, τὸν δὲ ἀστέρι παρεικάζων· καὶ τῶν ἁμαρτωλῶν πολλὴ ἡ διαφορὰ, ζώων σώματα λέγων, καὶ ἰχθύων, καὶ κτηνῶν· καὶ ὅλως δι' ὑποδειγμάτων ἄγει τὸν λόγον, καὶ ἐπὶ τῶν ἄνω, καὶ ἐπὶ τῶν κάτω. Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ. Τί γὰρ ἀτιμότερον ὄζοντος σώματος καὶ διαῤῥέοντος; Σπείρεται ἐν ἀσθενείᾳ. Οὔπω γὰρ ἡμέραι τριάκοντα, καὶ τὸ πᾶν διαλύεται. Ἐγείρεται ἐν δυνάμει. Τότε γὰρ αὐτοῦ οὐδὲν περιέσται λοιπόν. Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Τοῦτό φησιν, οὐχ ὡς μὴ ὄντος καὶ νῦν, διὰ τὸν ἀῤῥαβῶνα [τοῦ Πνεύματος], τοῦ σώματος πνευματικοῦ, ἀλλ' ὡς τότε πολλῷ πλέον ὄντος. Νῦν μὲν γὰρ 95.700 οὐ μένει τὸ Πνεῦμα· πολλάκις γὰρ ἁμαρτανόντων ἀφίσταται· τότε δὲ βεβαία αὐτῷ ἔσται ἡ παραμονή. Εἰ ἔστι σῶμα ψυχικὸν, ἔστι καὶ πνευματικόν. Οὕτω καὶ γέγραπται· Ἢ ὅτι κουφότερον ἔσται καὶ λεπτότερον, καὶ οἷον καὶ ἐπ' ἀέρος ὀχεῖσθαι. Ἐγένετο ὁ πρῶτος ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τοῦτο δέ φημι, ἀδελφοὶ, Τουτέστι, παχὺς καὶ τοῖς παροῦσιν προσηλωμένος. Ἅμα δὲ καὶ τὸν περὶ πολιτειῶν εἰσάγει λόγον. Ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται. Σάρκα καὶ αἷμα ἐνταῦθα τὰς πονηρὰς πράξεις καλεῖ, ὡς ὅταν λέγῃ· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί. Καὶ πάλιν, Οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Τουτέστιν ἡ κακία, τὴν δόξαν ἐκείνην, καὶ τὴν τῶν ἀφθάρτων πραγμάτων ἀπόλαυσιν. Ἐν ἀτόμῳ. Τουτέστιν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ· καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι. Τοῦτο ἑρμηνεία τοῦ πρώτου· οἷον εἰς ὅσον εἰς τὸ καμμύσαι μόνον. Καὶ ἡμεῖς ἀλλαγησόμεθα. Περὶ τῶν τότε ζώντων εὑρισκομένων τοῦτό φησιν. ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Πάλιν περὶ τὸ ὑπόδειγμα ἔρχεται καὶ τὸν τῆς ἀναστάσεως λόγον, τὰ περὶ πολιτείας ἀφείς. Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ νῖκος; Ποῦ σου, ᾅδη, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία. Πάλιν ἐκ προφητείας ἡ ἀπόδειξις. Ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος. Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅτι χωρὶς αὐτοῦ ἀσθενὴς ἦν· πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτω καταδικάσαι. Τὸ μὲν γὰρ κακὸν 95.701 ἐγίνετο, σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως. Ὥστε οὐ τοῦτό φησιν, ὅτι εἰσήνεγκεν ὁ νόμος τὴν ἁμαρτίαν, ἀλλ' ὅτι ἐπέτεινε τὴν κόλασιν. Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, Εὔκαιρος λοιπὸν ἡ παραίνεσις. Περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ. Τουτέστιν, ἐν τῷ βίῳ τῷ καθαρῷ.

ΚΕΦΑΛ. Ιςʹ. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους. Ἀπαρτίσας τὸν περὶ τῶν δογμάτων

λόγον, καὶ μέλλων εἰς τὸν ἠθικὸν μεταβαίνειν, πάντα τὰ ἄλλα ἀφεὶς, τὸν περὶ τῆς