1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

26

ἀποσταλῶσιν, καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά.» Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν· κατασκευάζει δὲ τοῦτο, κατ' ἐρώτησιν προάγων τὸν λόγον, σαφέστερον ποιῶν τὸν ἔλεγχον, τῷ κατ' ἀντίθεσιν καὶ λύσιν ἅπαν ὑφάναι τὸ χωρίον. Σκόπει δέ· ἄνωθεν εἶπεν, φησὶν, ὁ Προφήτης· Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Ἀλλ' ἴσως ἂν ἔχοι τις εἰπεῖν· Καὶ πῶς ἐδύναντο ἐπικαλεῖσθαι τοῦτον ὃν οὐκ ἐπίστευσαν; Εἶτα ἐρώτησις παρ' αὐτοῦ μετὰ τὴν ἀντίθεσιν· Καὶ διὰ τί οὐκ ἐπίστευσαν; Καὶ πάλιν ἀντίθεσις. Πάντως ἔχοι τις ἂν εἰπεῖν· Καὶ πῶς εἶχον πιστεῦσαι μὴ ἀκούσαντες; Εἶτα πάλιν ἡ λύσις· Καὶ μὴν ἤκουσαν, φησίν. Εἶτα ἑτέρα πάλιν ἀντίθεσις· Καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος; Εἶτα πάλιν ἡ λύσις· Καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν εἰς αὐτὸ τοῦτο πολλοί· καὶ πάλιν ἀντίθεσις· Καὶ πόθεν δῆλον, ὅτι οὗτοί εἰσιν ἐκεῖνοι οἱ ἀποσταλέντες; Καὶ πάλιν λύσις ἐκ προφητικῆς μαρτυρίας· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά. Καὶ ὅρα πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος δείκνυσι τοὺς κήρυκας. Οὐδὲν γὰρ ἄλλο περιῄεσαν πανταχοῦ λέγοντες, ἀλλ' ἢ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γεγενημένην εἰρήνην· Ὥστε ἀπιστοῦντες οὐχ ἡμῖν ἀπιστεῖτε, φησὶν, ἀλλὰ τῷ Ἡσαίᾳ. Ἡ δὲ ὅλη κατασκευὴ αὕτη ἐστίν. Τὸ μὲν σωθῆναι, φησὶν, ἐκ τοῦ ἐπικαλεῖσθαι· τὸ δὲ ἐπικαλεῖσθαι, ἐκ τοῦ πιστεῦσαι· τὸ δὲ πιστεῦσαι, ἐκ τοῦ ἀκοῦσαι· τὸ δὲ ἀκοῦσαι, ἐκ τοῦ κηρύξαι· τὸ δὲ κηρύξαι, ἐκ τοῦ ἀποσταλῆναι. Ἀπεστάληναν δὲ καὶ ἐκήρυξαν· καὶ μετ' αὐτῶν προφήτης περιῄει, δεικνὺς αὐτοὺς, καὶ ἀνακηρύττων, ὅτι οὗτοί εἰσιν οὓς πρὸ πολλῶν ἐδηλοῦμεν χρόνων. Εὔδηλον ὡς τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνον. «Ἀλλ' οὐ πάντες ἐπίστευσαν τῷ Εὐαγγελίῳ. Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;» Ἑτέρα πάλιν ἀντίθεσις· Καὶ μὴν εἰ ἦσαν καὶ οὗτοι ἀπεσταλμένοι καὶ παρὰ Θεοῦ πεμφθέντες, ἔδει πάντας ὑπακοῦσαι. Ἡ δὲ λύσις πάλιν ἐκ μαρτυρίας προφητικῆς· ἀλλὰ καὶ τοῦτο ἄνωθεν, φησὶν, εἶπεν Ἡσαΐας, μᾶλλον δὲ καὶ τούτου μεῖζον. Ὑμεῖς μὲν γὰρ λέγετε· ∆ιὰ τί μὴ πάντες ὑπήκουσαν; Ὁ δὲ 95.528 Ἡσαΐας πλεῖον τούτου λέγει· Τίς γὰρ, φησὶν, ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; «Ἄρα ἡ πίστις ἐξ ἀκοῆς· ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.» Ἐπειδὴ καθ' ἕκαστον καιρὸν σημεῖα ἐζήτουν οἱ Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως, τούτου χάριν φησίν· Καὶ μὴν ὁ προφήτης οὐ ταῦτα ἐπηγγείλατο, ἀλλ' ὅτι ἐξ ἀκοῆς δεῖ ἡμᾶς πιστεῦσαι. Καὶ ἵνα μὴ δόξῃ εὐτελὲς εἶναι τὸ τῆς ἀκοῆς, αὐτὴν ταύτην τὴν ἀκοὴν διὰ ῥήματός φησι Θεοῦ εἶναι. «Ἀλλὰ λέγω· μὴ οὐκ ἤκουσαν; Μενοῦνγε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Πάλιν ἀντίθεσις· Εἰ ἀπεστάλησαν, φησὶν, οἱ κηρύττοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, ἔμελλον ἀκούειν. Λύεται δὲ ἐξ ὑπερβολῆς. Οὐδὲ γὰρ ἀνήκοον γεγενῆσθαί φησι τῆς ἐκείνων ἀκοῆς· καὶ τοῦτο δὲ πάλιν ἐκ μαρτυρίας ἀρχαίας. «Ἀλλὰ λέγω· μὴ Ἰσραὴλ μὴ ἔγνω;» Πάλιν ἀντίθεσις· Τί οὖν, εἰ ἤκουσαν μὲν, οὐκ ἐνόησαν δὲ τὰ εἰρημένα, οὔτε συνῆκαν ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ ἀπεσταλμένοι; «Πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει· ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.» Αὕτη τῆς ἀντιθέσεως λύσις. Ἀπὸ μαρτυρίας τῶν παλαιῶν ἦν γνωρίσαι, φησὶν, αὐτούς· οὐκ ἀφ' ὧν ἠπίστησαν μόνον, οὐδὲ ἀφ' ὧν ἐκήρυττον ἐκεῖνοι τὰ ἀγαθὰ ἐκεῖνα ἃ εὐηγγελίζοντο, ἀλλὰ καὶ ἀφ' ὧν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι τιμῇ. Τὸ δὲ, Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, τὸ τῶν Ἑλλήνων φησίν· τί γὰρ Ἑλλήνων ἀσυνετώτερον; τί δὲ εὐτελέστερον; «Ἡσαΐας δὲ λέγει· Εὑρέθην τοῖς μὴ ἐμὲ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.» Ἐβιάσατο, φησὶν, καὶ ἐφιλονείκησεν μηδὲν συνεσκιασμένον εἰπεῖν, ἀλλὰ γυμνὰ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν θεῖναι τὰ πράγματα, μᾶλλον δὲ ἑλόμενος κινδυνεύειν ἐκ τοῦ προφανῶς εἰπεῖν, ἢ συσκιάσαι τι τῶν μελλόντων πραχθήσεσθαι. «Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.» Ἡμέραν ἐνταῦθα