1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

36

ἐπαγγελίαν. «Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν, καθὼς γέγραπται· ∆ιὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. Καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ πάλιν· Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Καὶ πάλιν Ἡσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ τὰ ἔθνη ἐλπιοῦσιν. Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς, καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου.» Τοῦτο κατασκευάζει τῷ λόγῳ, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφειλέται τῷ Θεῷ. Εἰ δὲ μειζόνων εἰσὶ, καὶ δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἀσθενεῖς, τοὺς ἐξ 95.560 Ἰουδαίων. Ἐπειδὴ γὰρ σφόδρα ἐκείνων ἥψατο, ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει αὐτῶν τὴν ἀπόνοιαν. Ἐκείνοις μὲν γὰρ ἐξ ἐπαγγελίας πατέρων δείκνυσι διδόμενα τὰ ἀγαθά· τοῖς δὲ ἐξ ἐθνῶν ἐξ ἐλέου καὶ φιλανθρωπίας μόνης. Τὸ δὲ, δοξάζειν τὸν Θεὸν, τοῦτό ἐστι, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμοθυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾷν ἀποῤῥηγνύμενον τὸ μέλος. ∆ιὸ καὶ μαρτυρίας ἐπάγει πολλὰς, δι' ὧν δείκνυσιν ὅτι δεῖ συνῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν. Ταύτας δὲ πάσας παράγει τὰς μαρτυρίας, ὁμοῦ καὶ τὸν ἐξ Ἰουδαίων καταστέλλων, ἵνα μὴ ἐπαίρηται, τῶν προφητῶν πάντων καλούντων αὐτοὺς, τοὺς ἐξ ἐθνῶν φημι, καὶ τὸν ἐξ ἐθνῶν πείσῃ μετριάζειν, τοῦ δεῖξαι πλείονος ὑπεύθυνον ὄντα χάριτος. «Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης.» Τουτέστιν, ὁ ἐπιτιμῶν καὶ ἐγκαλῶν. -Τὴν ὁλόκληρον ἀρετὴν οὕτω καλεῖ. «Πεπληρωμένοι πάσης τῆς γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.» Ἐπειδή εἰσί τινες φιλόστοργοι μὲν, οὐκ εἰδότες δὲ τῷ πράγματι χρήσασθαι καλῷ. «Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοὶ, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσαν μοι ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.» Πάλιν τὰ τῆς ταπεινοφροσύνης φησίν· τούτου γὰρ μάλιστα ἔδει αὐτοῖς. «Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων, ἵνα δεχθῶσιν. Οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς, εἰς τοῦτο ἤγαγεν, ὅσον ὑμῶν κηδόμενος. Πῶς δὲ γένοιτο εὐπρόσδεκτος ἐν Πνεύματι ἁγίῳ, ἀλλ' ἢ ὅταν ἡμῖν πρὸς τῇ πίστει καὶ πολιτεία προσγένηται πνευματικὴ, ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἡμῖν; «Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ πρὸς τὸν Θεόν.» Ἐπειδὴ σφόδρα ἑαυτὸν ἐταπείνωσεν, πάλιν ἐπαίρει τὸν λόγον· καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε μὴ δόξῃ εὐκαταφρόνητος εἶναι. «Οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Οὐδὲν γὰρ ἂν ἔχοι τις εἰπεῖν, φησὶν, ὅτι κόμπος μου τὰ ῥήματα. Τῆς γὰρ χειροτονίας μου ἔχω δεῖξαι τὰ τεκμήρια. «Ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι.» Ἀριθμεῖ καὶ πόλεις καὶ χώρας, οὐ τὰς ὑπὸ Ῥω 95.561 μαίους μόνον, ἀλλὰ καὶ πάντα τὰ βάρβαρα ἔθνη· οἷον Πέρσας καὶ Σαρακηνοὺς καὶ Ἀρμενίους, καὶ τὰ ἕτερα τῶν βαρβάρων ἐθνῶν. Τοῦτο γὰρ, τῷ κύκλῳ, σημαίνει. «Οὐχ ὅπου ὠνομάσθη Χριστός.» Τοσοῦτον ἀπεῖχεν τοῦ ἐπιῤῥίπτειν ἑαυτὸν ἀλλοτρίοις μαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζεν τοὺς μὴ ἀκηκοότας διδάσκειν. «Ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομήσω· ἀλλὰ καθὼς γέγραπται· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. ∆ιὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἀλλότριον οὐ κατὰ τὴν τοῦ προσώπου ποιότητά φησιν, οὐδὲ κατὰ τὴν τοῦ κηρύγματος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον. Ἐπεὶ οὐ τὰ κηρύγματα ἀλλότρια ἦν, ἀλλ' ὅσον εἰς μισθὸν ἀλλότριον. Ὁ γὰρ τῶν ἑτέροις πεπονημένων μισθὸς, τούτου ἀλλότριος ἦν. «Νῦν δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις.»