1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

8

μένοντα πλούσιον. «∆ιὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦν.» Τουτέστι, τὴν νέκρωσιν· ἐνέκρωσαν γὰρ ἡμᾶς τὰ ἁμαρτήματα, κατὰ τὸ, Ψυχὴ ἁμαρτάνουσα, αὕτη καὶ ἀποθανεῖται, «Ποῦ οὖν ἡ καύχησις;» Κατασκευάσας τὸ δεῖσθαι αὐτοὺς τῆς χάριτος, θαῤῥῶν ἐπάγει τὸ μὴ δύνασθαι αὐτοὺς ἔτι καυχᾶσθαι ἐν νόμῳ· οὕτω γε, οὐχ ὅτι σώζειν οὐκ ἴσχυεν αὐτῶν τινα, ἀλλὰ καὶ κατέκρινεν. «Ἐξεκλείσθη· διὰ ποίου νόμου; τῶν ἔργων; Οὐχί.» Οὐκ εἶπεν, ἀνῃρέθη, ἢ διέφθαρται, φειδόμενος τοῦ ἀκροατοῦ. «Ἀλλὰ διὰ νόμου πίστεως.» Ἐπειδὴ τῷ ὀνόματι τοῦ νόμου ἔβλεπεν μάλιστα τὸν Ἰουδαῖον προσκείμενον, τούτου ἕνεκα καὶ τὴν διὰ πίστεως χάριν ὀνομάζει πίστεως νόμον. «Λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου.» Ἀντὶ τούτου, τὸ θαῤῥοῦμεν, τοῦτο ἐφανερώθη. «Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν· εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.» Πάλιν κοινὴν πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν προθεὶς, γενναίως ἀγωνίζεται φάσκων· Ἐπειδὴ πάντων ἀνθρώπων ποιητής ἐστιν ὁ Θεὸς, τούτου χάριν τοὺς πάντας σώζει. Οὐ γὰρ ἔχει τις εἰπεῖν, ὡς Ἰουδαίων μέν ἐστι Θεὸς, τῶν δὲ ἐθνῶν οὔ· εἷς δὲ πάντων κτίστης, πάντων ἐστὶ καὶ Σωτὴρ δηλονότι. «Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο! ἀλλὰ νόμον ἱστάνομεν.» Ἐπειδὴ εἶπεν τὸν νόμον τῶν ἔργων ἐκκεκλεῖσθαι, 95.468 ὡς μὴ δύνασθαι ἐν αὐτῷ καυχᾶσθαι, λοιπὸν τούτου χάριν ἐπάγει· Μὴ θορυβηθῇς, φησίν. Οὐ γὰρ νόμον ἡ πίστις ἀναιρεῖ, ἀλλὰ τὸν νόμον συνίστησι. Πῶς δὲ συνίστησιν; εἷς σκοπὸς τῷ νόμῳ, τὸ τὸν ἄνθρωπον σῶσαι· εἰ δὲ ἡ πίστις τοῦτο ποιεῖ, καὶ σώζει τῇ χάριτι, τὸν σκοπὸν δηλονότι τοῦ νόμου συνίστησιν.

ΚΕΦΑΛ. ∆ʹ. «Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;»

Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον οἱ Ἰουδαῖοι, ὅτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος περιτομὴν ἐδέξατο πρῶτος, βούλεται διδάξαι, ὅτι κἀκεῖνος ἐκ πίστεως ἐδικαιώθη· πατέρα δὲ αὐτὸν κατὰ σάρκα ἐκάλεσεν, ἐκβαλὼν αὐτοὺς τῆς πρὸς αὐτὸν γνησίας συγγενείας, καὶ προοδοποιῶν τοῖς ἔθνεσι τὴν πρὸς αὐτὸν ἀγχιστείαν. «Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» ∆ύο εἰσὶ καυχήματα, τὸ μὲν ἀπὸ τῶν ἔργων, τὸ δὲ ἀπὸ τῆς πίστεως. Πόλυ δὲ μεῖζον τοῦ ἀπὸ τῶν ἔργων τὸ ἀπὸ τῆς πίστεως· ὁ μὲν ἐπὶ τοῖς ἔργοις καυχούμενος, τοὺς οἰκείους ἔχει προβαλέσθαι πόνους, ὁ δὲ ἐπὶ τὸ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος, πολὺ μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δοξάσας καὶ μεγαλύνας τὸν Θεόν· καὶ ὁ μὲν ἐργαζόμενος τὰς ἐντολὰς, ὑπήκουσεν αὐτῷ· ὁ δὲ πιστεύσας, τὴν προσήκουσαν ἔλαβεν περὶ αὐτοῦ δόξαν, καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως μειζόνως ἐδόξασεν καὶ ἐθαύμασεν· καὶ ἐκεῖνο μὲν τὸ καύχημα τοῦ κατορθοῦντός ἐστιν. Τοῦτο δὲ Θεὸν δοξάζει, καὶ ὅλον ἐστὶν αὐτοῦ· καυχᾶται γὰρ ἐπὶ τῷ περὶ αὐτοῦ μεγάλα φαντάζεσθαι, ἅπερ εἰς τὴν ἐκείνου διαβαίνει δόξαν. «Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην.» Βούλει, φησὶ, τῆς πίστεως καὶ τῶν ἔργων εἰδέναι τὸ μέσον; Ἕκαστον ἀπὸ τέλους δοκίμαζε, καὶ εὑρήσεις, τῶν μὲν ἐργαζομένων μισθὸν ὄντα τὸ τέλος, τῶν δὲ πιστευόντων δικαιοσύνην ὑπάρχειν τὸ πέρας. Ὁ μὲν γὰρ μὴ φονεύειν ἢ μοιχεύειν κατορθοῖ, ἢ τί τοιοῦτο· ὁ δὲ τὴν προσήκουσαν δόξαν λαμβάνει περὶ Θεοῦ, ὅτι τὸν ἀσεβῆ οὐ μόνον ἀπαλλάξαι δίκης ἰσχύει, ἀλλὰ καὶ δίκαιον ἀποφῆναι. «Καθάπερ καὶ ∆αβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, οὗ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· Μακάριοι