1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

13

τοῦ νόμου φύσιν, ἀλλὰ παρὰ τὴν τῶν δεξαμένων ῥᾳθυμίαν. Παρεισῆλθεν δὲ, εἶπεν, καὶ οὐκ, εἰσῆλθεν, δεικνὺς πρόσκαιρον αὐτοῦ τὴν χρείαν, καὶ οὐ κυρίως προηγουμένην. «Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ἵνα, ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Οὐ γὰρ κολάσεως ἀπήλλαξε μόνον, ἀλλὰ καὶ τὰ μυρία ἃ προείπομεν δέδωκεν ἡμῖν ἀγαθά· πῶς δὲ ἐπλεόνασεν ἡ ἁμαρτία; Μυρίας δέδωκεν ὁ νόμος ἐντολὰς, βουλόμενος πανταχόθεν στηρίσαι τὸν ἄνθρωπον. Πασῶν δὲ παραβαινομένων, εἰκότως πλείων ἡ ἁμαρτία. ΚΕΦΑΛ. ϛʹ. «Τί οὖν ἐροῦμεν; ἐπιμένω τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο· οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;» Εἰς τὸ προειρημένον πάλιν ἐπανακάμπτει λόγον· ὁ δὲ νοῦς οὗτος· ∆ιασύροντές τινες τὸν Ἀπόστολον, ἔλεγον· Ἐπειδὴ μέγα ἡμάρτομεν, μὴ ἀποστῶμεν ἁμαρτάνοντες, ἵνα πλείων ἡ χάρις δοθῇ· ἀναιρεῖ δὲ τοῦτο, πρῶτον μὲν, τῇ ἀπαγορεύσει, λέγων, μὴ γένοιτο! ὥσπερ ἐπὶ τῶν ὁμολογουμένων κακῶν εἴωθε τίθεσθαι. Ἔπειτα καὶ ἀναντιῤῥήτῳ λογισμῷ· Οἵτινες, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ζήσομεν ἐν αὐτῇ; Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Νεκροὶ γεγόνα 95.484 μεν τῇ ἁμαρτίᾳ, πιστεύσαντες καὶ φωτισθέντες· τὸ δὲ νεκροὶ, ὥστε μὴ ὑπακούειν αὐτῇ λοιπόν. «Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ δόξης τοῦ Πατρὸς, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ἐπειδὴ ἀσφαλὲς ἦν τὸ εἰρημένον, ἐπεξηγεῖται ἡμῖν αὐτό. Τί οὖν ἐστιν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν ὥσπερ ἐκεῖνος. Σταυρὸς γάρ ἐστι τὸ βάπτισμα· ὅπερ οὖν ὁ σταυρὸς τοῦ Χριστοῦ καὶ ὁ τάφος, τοῦτο ἡμῖν γέγονεν τὸ βάπτισμα, εἰ καὶ μὴ ἐπὶ τῶν αὐτῶν. Αὐτὸς μὲν γὰρ σαρκὶ ἀπέθανεν καὶ ἐτάφη, ἡμεῖς δὲ ἁμαρτίᾳ ἀμφότερα. ∆ιὰ τοῦτο οὐδὲ, σύμφυτοι γεγόναμεν τοῦ θανάτου, εἶπεν, ἀλλὰ τῷ ὁμοιώματι τοῦ θανάτου· θάνατος μὲν γὰρ καὶ τοῦτο κἀκεῖνο, ἀλλ' οὐχὶ τοῦ αὐτοῦ ὑποκειμένου· ἀλλ' ὁ μὲν σαρκὸς, ὁ τοῦ Χριστοῦ· ὁ δὲ ἁμαρτίας, ὁ ἡμέτερος. «Ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη.» Οὐκ εἶπεν, ἐσταύρωται, ἀλλὰ, συνεσταύρωται, ἐγγὺς φέρων τὸ βάπτισμα τοῦ θανάτου. «Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας.» Σῶμα ἁμαρτίας τὴν πονηρίαν πᾶσαν καλεῖ· ὥσπερ γὰρ ἄνθρωπον παλαιὸν λέγει τὴν ὁλόκληρον κακίαν, οὕτω καὶ σῶμα τοῦ ἀνθρώπου ἐκείνου, τὴν ἀπὸ διαφόρων μερῶν πονηρίας συγκειμένην κακίαν. «Τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.» Ταύτῃ, φησὶν, αὐτὸ εἶναι βούλομαι νεκρὸν, οὐχ ὥστε ἀφανισθῆναι καὶ ἀποθανεῖν, ἀλλ' ὥστε μὴ ἁμαρτάνειν. Ὅτι ὥσπερ ὁ ἀποθανὼν ἀπήλλακται τοῦ ἁμαρτάνειν, νεκρὸς κείμενος, οὕτω καὶ τὸν ἀναβάντα ἄγει ἀπὸ τοῦ βαπτίσματος. Ἐπειδὴ ἅπαξ ἀπέθανεν ἐκεῖ, νεκρὸν δεῖ μένειν διὰ πάντος τῇ ἁμαρτίᾳ. «Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσωμεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει.» Τὸν στέφανον ἐπάγει ταχέως τῶν ἀγώνων· μέγιστον δὲ καὶ πρὸ τοῦ στεφάνου ἡμῖν ἀγαθὸν γίνεται, τὸ κοινωνῆσαι τῷ ∆εσπότῃ. «Θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανεν τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.» Τουτέστιν, οὐδὲ ἐκείνῳ ὑπεύθυνος ἦν τῷ θανάτῳ· ἀλλὰ διὰ τὴν ἁμαρτίαν τὴν ἡμετέραν ἀπέθανεν, ἵνα αὐτὴν ἀνέλῃ, καὶ ἐκκόψῃ τὰ νεῦρα αὐτῆς καὶ τὴν δύναμιν ἅπασαν. «Ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.» Τουτέστιν ἀκαταλύτως, ὥστε μηκέτι κρατεῖσθαι 95.485 ὑπὸ τοῦ θανάτου· εἰ γὰρ καὶ τὸν πρότερον θάνατον οὐχ ὑπεύθυνος ὢν ἀπέθανεν, ἀλλὰ διὰ τὴν ἑτέρων ἁμαρτίαν, πολὺ μᾶλλον νῦν οὐκ ἀποθανεῖται καταλύσας αὐτήν. «Οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι, νεκροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Μὴ οὖν βασιλευέτω ἡ