1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

148

ἅπτεται. Ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Εἰπὼν περὶ τοῦ Υἱοῦ, εὐθὺς ἐκτίθεται τὸ μυστήριον, τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον ἐπιδεικνύς. Πῶς δὲ τοῦτο ποιεῖ; Ἔθηκεν αὐτὸν, φησὶ, κληρονόμον πάντων· δηλῶν δὲ ὅτι τῶν ἐθνῶν, κατὰ τό· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Πότε δὲ τίθεται, ἢ ὅτε εἴρηται πρὸς αὐτόν· Ἐγὼ σήμερον γεγέννηκά σε; Τοῦτο δὲ εἰς τὸν καιρὸν τῆς οἰκονομίας ἀπετείνετο. Ἀλλ' οὗτος, ὁ τὰ ἔθνη εἰς κλῆρον δεξάμενος, αὐτός ἐστιν, δι' οὗ τοὺς αἰῶνας ἐποίησεν ὁ Πατήρ. Ὧν γὰρ εἶχε τὴν δεσποτείαν καθὸ Θεὸς Λόγος, τούτων λέγεται τὸν κλῆρον λαβεῖν, καθὸ γεγονὼς ἄνθρωπος· ὑπέταξεν τῇ εἰς αὐτὸν πίστει πάντα τὰ ἔθνη. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥή 95.932 ματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Ὅρα πῶς πάλιν ἡμῖν τὸν Θεὸν ὁμοῦ δείκνυσι καὶ ἄνθρωπον. Ὅμοιον γὰρ ὡς εἰ λέγοι· Φῶς ὢν ἐκ φωτὸς (τοῦτο γὰρ τὸ, ἀπαύγασμα, δηλοῖ), καὶ ἐν ἑαυτῷ τὸν Πατέρα δείκνυσι, κατὰ τὸ, Ὁ ἑωρακώς με, ἑώρακε τὸν Πατέρα· τοῦτο γάρ ἐστι, χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Οὗτος, φησὶ, γεγονὼς ἄνθρωπος, καὶ τὰς ἁμαρτίας ἡμῶν βαστάσας· τὸ γὰρ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, τοῦτο δηλοῖ. Πάλιν πληρώσας τὸ τῆς οἰκονομίας μυστήριον, ἀνελήφθη ἐν δόξῃ, ἐκάθισέ τε ἐν δεξιᾷ τοῦ Πατρός. Τὸ δὲ ἐν δεξιᾷ, καὶ, ἐν ὑψηλοῖς, ἀκούων, μὴ τόπον αὐτὰς σημασίας λάμβανε· ἀπερίγραπτον γὰρ τὸ Θεῖον· ἀλλὰ θεοπρεποῦς δόξης δηλωτικάς. Τὸ δὲ φέρων τὰ πάντα, ἀντὶ τοῦ, διοικῶν καὶ κυβερνῶν, κεῖται. ∆ι' αὐτοῦ γὰρ πάντα ἐγένετο, καὶ συνέστηκεν, ὡς ἐν δημηγορίαις ὁ Παῦλος ἔφη. Εὖ δὲ τὸ, φέρων ἐν τῷ ῥήματι, ἵνα δείξῃ, ὡς τὴν σύμπασαν κτίσιν, τὴν ἄνω, τὴν κάτω, ὥσπερ οἱ τὰ πάνυ μικρὰ καὶ εὐπαράφορα μᾶλλον δακτύλου κινοῦντες, οὕτως αὐτὸς ῥήματι τὰ ἐπίγεια, τὰ οὐράνια, τὰ ἐπουράνια φέρει. Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς ἐκληρονόμησεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Ἐπειδὴ τὸ τῆς οἰκονομίας κηρύσσων μυστήριον, τεταπεινωκέναι ἑαυτὸν ἔφη, λαβόντα δούλου μορφήν· τούτου χάριν ἀγγέλοις αὐτὸν συγκρίνει, δεικνὺς, ὡς ὅτι καὶ γεγονὼς ἄνθρωπος, οὐδὲν ἧττόν ἐστι Θεὸς καὶ ∆εσπότης, καὶ τὸν ἀγῶνα τοῦτον ἄνωθεν ἐκ προφητῶν ἰσχυροποιεῖ, ὅπως ἂν μηδεὶς ἀντιλέγειν ἔχῃ τοῖς λεγομένοις. Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν. Μὴ θορυβείτω σε, φησὶ, τὸ ἀκοῦσαι βραχύ τι παρ' ἀγγέλους αὐτὸν ἐλαττοῦσθαι. Ὅρα γὰρ πῶς πάλιν ἐστὶ Θεὸς, ὅπου γε καὶ ἄγγελοι προσκυνοῦσιν αὐτῷ. Τὸ δὲ, εἰς τὴν οἰκουμένην, οἱ μὲν τὴν ὧδε λέγουσιν, οἱ δὲ τὴν μέλλουσαν. Ἀμφότερα δὲ ἔχει καλῶς. Καὶ τὸ τῆς οἰκονομίας μυστήριον τελοῦντι αὐτῷ, διηκόνουν ὡς ∆εσπότῃ οἱ ἄγγελοι· καὶ ἐπορεύθη ἐν οὐρανοῖς, ὑποταγέντων αὐτῷ ἀγγέλων, 95.933 κατὰ τὴν τοῦ Πέτρου φωνήν. Πάλιν δὲ τὸ ὑποταγέντων, διὰ τὴν οἰκονομίαν λαμβάνει. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως. Σκόπει πάλιν πῶς τὸν αὐτὸν, Θεὸν καὶ ἄνθρωπον δείκνυσι, διὰ μὲν τοῦ θρόνου καὶ τῆς ῥάβδου τὴν βασιλείαν αὐτοῦ, καὶ τὴν θεότητα δεικνύς· διὰ δὲ τοῦ, ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, τὸ τῆς οἰκονομίας μυστήριον. Παρὰ τοὺς μετόχους σου. Ὥστε πάντας τοὺς μετέχοντας τῆς αὐτοῦ συναφείας, τὸ ἔλαιον ἔχειν τῆς ἀγαλλιάσεως, καθὸ ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν, κατὰ τὴν τοῦ Εὐαγγελίου φωνήν. Τουτέστι, τὸ πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Υἱός. Καί· Σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν