1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

7

Προαιτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται, Ὅτι οὐκ ἔστι δίκαιος οὐδείς. Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἐχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα· οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει. Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.» Ἀνθυποφορά. Τί οὖν λέγεις, ὦ Παῦλε, πρότερον μὲν τῇ τιμωρίᾳ; Οὐδὲ μέσως, φησίν· πάντως· οὐ καθόλου ἀναιρῶν τὸ πρῶτον εἶναι ἐν τῇ τιμωρίᾳ τὸν Ἰουδαῖον, καίτοι γε ἀνωτέρω τοῦτο ποιήσας· ἀλλὰ φείδεται, μὴ δόξῃ ὡς ἐχθρὸς κατατρέχειν τῶν Ἰουδαίων, καὶ κατήγορον αὐτῶν παρίστησι τὸν ∆αβὶδ, τὰ ἁμαρτήματα αὐτῶν ἐκεῖνον ἐκκαλύπτειν ἐῶν. «Οἴδαμεν δὲ, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ.» Ἐπειδὴ πολλὴν αὐτῶν κατάῤῥησιν εἰσήγαγεν τὸν Προφήτην λέγοντα, ἵνα μὴ ἀντιλέγῃ ὁ Ἰουδαῖος, ὅτι 95.464 περὶ τῶν ἐθνῶν τὰ τοιαῦτα λέγει, προλαβὼν αὐτὸ ἀναιρεῖ, φάσκων, ὅτι οὐδήπου ὁ γραπτὸς νόμος Ἰουδαίους ἀφεὶς, ἑτέροις διαλέγεται· νόμον δὲ ἡ Γραφὴ καὶ τοὺς προφήτας φησίν. «Ἵνα πᾶν στόμα φραγῇ.» Αἰνίττεται πάλιν τῶν Ἰουδαίων τὸ φρύαγμα, ἀποκλείων αὐτοῖς τὴν παῤῥησίαν· οὐ διὰ τοῦτο, φησὶν, [ὅτι διὰ τοῦτο] ἥμαρτον, ἵνα φραγῇ αὐτῶν τὸ στόμα· ἀλλὰ διὰ τοῦτο ἠλέγχοντο, ἵνα μὴ ἀγνοῶσιν ἁμαρτίαν. «Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. ∆ιότι ἐξ ἔργων τοῦ νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» Ὑπόδικός ἐστιν, ὁ ἑαυτῷ μὲν μὴ δυνάμενος βοηθεῖν, τῆς ἑτέρου δὲ χρῄζων ἐπικουρίας. «∆ιὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.» ∆ικαιῶσαι μὲν οὐδένα, φησὶν, ὁ νόμος δύναται· τοῦτο δὲ μᾶλλον ἴσχυεν, τὸ διδάξαι τὴν ἁμαρτίαν· οὐ τοῦτο δὲ λέγει ὡς τοῦ θείου νόμου διδασκάλου ὄντος τῶν κακῶν· ἀλλ' ὡς ἐλέγχοντος ἑκάστου, ἣν ἁμαρτάνει ἁμαρτίαν. Καὶ τοῦτο δὲ γέγονεν ἐκ τῆς Ἰουδαίων ῥᾳθυμίας. Ὁ γὰρ νόμος, ἵνα φυλάττωνται τὸ κακὸν, δέδοται· ἐπειδὴ δὲ ἀναπεπτώκασιν, ἔλεγχος τῆς ἁμαρτίας αὐτῶν ἐστι. «Νῦν δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται.» Ἑλλήνων, φησὶν, τὸν φυσικὸν παραβαινόντων νόμον, Ἰουδαίων δὲ, τὸν γραπτὸν, καὶ αὐτοῦ δὲ ἀσθενοῦντος δικαιῶσαι, τί ἔδει λοιπὸν, ἢ φανερωθῆναι τὴν τοῦ Θεοῦ δικαιοσύνην; Αὕτη δέ ἐστιν ἡ διὰ πίστεως χάρις. «Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· δικαιοσύνη δὲ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.» Ἐπειδὴ χωρὶς τοῦ νόμου εἶπεν τὴν δικαίωσιν, καὶ εἶδεν τὸν Ἰουδαῖον θορυβούμενον, ἐπήγαγεν, ὡς οὐ καινοτομία τὸ λεγόμενον. Αὐτὸς γὰρ ὁ νόμος καὶ οἱ προφῆται, φησὶν, τὴν αὐτὴν δικαιοσύνην προανεκήρυττον. «Ἐπὶ πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή.» Πάλιν δείκνυσιν μηδὲν πλέον ἔχοντας τῶν ἐθνῶν ἐν τῷ δικαιοῦσθαι· μία γὰρ χάρις τοῖς πᾶσιν ἡπλοῦται παρὰ τοῦ Θεοῦ, καὶ οὐκ ἔστι προσωπόληψις παρ' αὐτῷ. Καὶ τοῦτό ἐστι τὸ, Οὐκ ἔστι διαστολή. «Πάντες γὰρ ἥμαρτον.» Εἰ πάντες ὁμοίως ἥμαρτον, καὶ οὐδὲν διαφέρει τοῦ Ἕλληνος ὁ Ἰουδαῖος κατὰ τὴν ἁμαρτίαν· τί ὁ παραβάτης τὴν σωτηρίαν τὸ πλέον ζητεῖ; «Ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Οἱ παραβαίνοντες τὸν νόμον, φησὶν, τιμωρίας ἀεὶ ὑπεύθυνοι· ὁ δὲ τιμωρίας ὑπεύθυνος, στεφανοῦσθαι ὀφείλει, ὥστε ὑστερεῖται τοῦ δοξασθῆναι παρὰ Θεοῦ. Ἀλλ' οὗτοι, φησὶν, οἱ ὑστερούμενοι δικαιοῦν 95.465 ται δωρεάν· καὶ πόθεν, ἢ διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ; «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι.» Ὅρα πῶς ἀναμιμνήσκει τῶν ἐν τῇ Παλαιᾷ· οὗτός ἐστι, φησὶν, ὁ τύπος ἦν, ἐκεῖνο τὸ ἱλαστήριον, καὶ τοῦ αἵματος αὐτοῦ σύμβουλον ἐκεῖνο τὸ αἷμα τὸ ἁγιάζον τὸν λαόν. «Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.» Ἔνδειξιν δικαιοσύνης, τὸ μὴ μόνον δειχθῆναι τὸν Θεὸν δίκαιον, ἀλλὰ καὶ δικαιοῦντα τοὺς πιστεύοντας εἰς Χριστόν. Ὥσπερ ἀμέλει καὶ ἔνδειξις πλούτου, τὸ καὶ ἑτέρους δύνασθαι πλουτίζειν