1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

11

ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Ἔτι γὰρ Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν ἔτι, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα καὶ τολμᾷ τις ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς.» Ἑτέρα πάλιν κατασκευὴ, ἀφ' ὧν εἰλήφαμεν ἀγαθῶν. «Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.» Ἀπὸ τοῦ μείζονος ἑτέρα κατασκευὴ, πολλῷ πλέον ἦν, φησὶν, ἐχθροὺς ὄντας καταλλαγῆναι, ἢ [τὸ μεῖζον] τὸ καταλλαγέντας ἐν τῇ ἀγάπῃ μεῖναι. Εἰ δὲ τὸ μεῖζον ἐποίησεν ἀποθανὼν ὑπὲρ ἡμῶν ἔτι ὄντων ἁμαρτωλῶν, πῶς οὐχὶ καὶ τὸ ἔλαττον ποιήσει; Σκόπει δὲ διὰ πόσων βούλεται πιστώσασθαι περὶ τῶν μελλόντων αὐτούς. Πρῶτον μὲν ἀπὸ τῆς τοῦ δικαίου γνώμης ἐντρέπει, εἰπὼν ὅτι ἐπληροφορήθη ὁ Ἀβραὰμ, ὅτι ὃ ἐπηγγείλατο ὁ Θεὸς, δυνατός ἐστι καὶ ποιῆσαι. ∆εύτερον, ἀπὸ τῆς χάριτος τῆς δοθείσης. Τρίτον, ἀπὸ τῆς θλίψεως, ὅτι ἱκανή ἐστιν εἰς ἐλπίδα ἡμᾶς ἀγαγεῖν, καὶ ἀπὸ τοῦ Πνεύματος πάλιν, ὅπερ ἐλάβομεν. Λοιπὸν δὲ, καὶ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τῆς ἡμετέρας κακίας, ἣν πρόσθεν κατεσκεύασεν. Καὶ δοκεῖ μὲν εἶναι τὸ εἰρημένον, εὑρίσκεται δὲ πολλά. Πρῶτον μὲν, ὅτι ἀπέθανεν· δεύτερον, ὅτι ὑπὲρ ἀσεβῶν· τρίτον, ὅτι κατήλλαξεν, ὅτι ἐδικαίωσεν, ὅτι ἀθανάτους ἐποίησεν, ὅτι υἱοὺς εἰργάσατο καὶ κληρονόμους. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.» Οὐ μόνον ἐσώθημεν, φησὶν, ἀλλὰ καὶ καυχώμεθα, δι' αὐτὸ τοῦτο, διὸ νομίζει τις ἡμᾶς αἰσχύνεσθαι· τὸ γὰρ ὑπερβολῇ πονηρίας ζῶντας σωθῆναι, τοῦ σφόδρα ἀγαπηθῆναι παρὰ τοῦ σώζοντος μέγιστον σημεῖόν ἐστιν. Οὐ γὰρ διά τινος ἑτέρου, ἀλλὰ δι' αὐτοῦ τοῦ Μονογενοῦς ἔσωσεν. «∆ιὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία 95.477 εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος εἰσῆλθεν.» Ἔστι μὲν δὲ, πάλιν τὸ εἰρημένον τῆς δικαιοσύνης ἡμῶν, ἧς εἰλήφαμεν, κατασκευή· ἐλήφθη δὲ ἐκ τοῦ ἐναντίου. «Ἐφ' ᾧ πάντες ἥμαρτον.» Τὸ ἐφ' ᾧ, ἀντὶ τοῦ, δι' οὗ· λέγει δὲ, ὅτι ὥσπερ ἐκείνου πεσόντος, τουτέστι τοῦ Ἀδὰμ, καὶ οἱ μὴ φαγόντες ἀπὸ τοῦ ξύλου, γεγόνασιν ἐξ ἐκείνου πάντες θνητοί· οὕτω καὶ ἀναστάντος Χριστοῦ καὶ ἐγερθέντος, πᾶν τὸ σῶμα τῆς ἀθανασίας μετέλαβεν. «Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ.» Τὸ ἄχρι νόμου, ἀντὶ τοῦ, ἕως τῶν τῆς ἐπιδημίας καιρῶν· τέλος γὰρ νόμου Χριστὸς, κατὰ τὸ γεγραμμένον. Λέγει οὖν, ὡς διὰ μὲν τοῦ Ἀδὰμ εἰσῆλθεν εἰς τὸν κόσμον ἡ ἁμαρτία, ἔμεινεν δὲ μέχρι τῶν καιρῶν τῆς ἐπιδημίας βασιλεύουσα, καταργεῖται δὲ ὑπὸ Χριστοῦ. «Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.» Εἰπὼν, πόσον ἐβασίλευσε χρόνον ἡ ἁμαρτία, λέγει καὶ ἐκ ποίου χρόνου εἰς τὸν κόσμον εἰσῆλθεν· καὶ ποῖος ὁ χρόνος, ἢ ὁ τῆς παραβάσεως τῆς ἐντολῆς, ἧς παραβέβηκεν Ἀδὰμ, ἣν καὶ νόμον ἡ θεία προσαγορεύει Γραφή; Φησὶν οὖν ὡς διὰ τῆς ἐντολῆς χώραν ἔσχεν ἡ ἁμαρτία. Ἠπάτησε γὰρ δι' αὐτῆς τὸν Ἀδὰμ ὁ ὄφις. «Ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ.» Ἐμμένει τῷ διηγήματι περὶ τοῦ χρόνου λέγων τῆς ἁμαρτίας, καὶ πολλάκις περὶ αὐτοῦ ἡμῖν διαλέγεται, ἵνα μαθόντες ἀκριβῶς τὴν δύναμιν τῆς ἁμαρτίας, δοξάζωμεν τὸν καταργήσαντα αὐτὴν διὰ τῆς ἰδίας σαρκός· κατήργησεν δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. «Ὅς ἐστι τύπος τοῦ μέλλοντος.» Τοῦ μέλλοντος μὲν, τουτέστι Χριστοῦ. Λέγει δὲ, ὅτι ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ, καίτοι γε μὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου, γέγονεν αἴτιος θανάτου, τοῦ διὰ τὴν βρῶσιν εἰσαχθέντος, οὕτως καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐτοῦ οὐ δικαιοπραγήσασι γέγονε πρόξενος δικαιοσύνης, ἣν διὰ τοῦ σταυροῦ πᾶσιν ἡμῖν ἐχαρίσατο. «Ἀλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ