1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

74

προφήτας φησίν. Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ καὶ ἰδιῶται, ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων, ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι. Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γενέσθω. Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο, ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω, καὶ τῷ Θεῷ. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ.» 95.685 Τουτέστιν ἔκπληξιν, οὐκ εἰς κατήχησιν τοσοῦτον. Ὁ πρῶτος σιγάτω. Οὐ γὰρ ἔδει, τούτου κινηθέντος πρὸς προφητείαν, ἐκεῖνον λέγειν. ∆ύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. Τοῦτό φησι, τὸν ἐπιστομηθέντα παραμυθούμενος. Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται Ἵνα μὴ φιλόνεικός τις ᾖ, ἢ βάσκανος, αὐτὸ τὸ χάρισμα δείκνυσιν ὑποτασσόμενον. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· εἰ δὲ τὸ πνεῦμα ὑποτάσσεται, πολλῷ δ' ἂν σύ. Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων διατάσσομαι. ∆είκνυσιν ὡς καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, ἵνα κρῖμα ἔχων ὁ ἀντιταττόμενος, μὴ φιλονεικῇ. Αἱ γυναῖκες ἐν ταῖς Ἐκκλησίαις σιγάτωσαν. Οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. Εἰ δέ τι μαθεῖν θέλωσιν ἐν οἴκῳ, τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Αἰσχρὸν γάρ ἐστι γυναικὶ λαλεῖν ἐν Ἐκκλησίᾳ. Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωσσῶν, καὶ τῶν προφητειῶν, λοιπὸν ἐπὶ τὴν ταραχὴν τὴν ἀπὸ τῶν γυναικῶν γινομένην μεταβαίνει, τὴν ἄκαιρον αὐτῶν ἐκκόπτων παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως. Εἰ γὰρ τοῖς τὰ χαρίσματα ἔχουσιν ἁπλῶς οὐκ ἐφίεται λαλεῖν, πολλῷ μᾶλλον ἐκείναις. Τοὺς ἄνδρας δὲ ἐφίστησιν αὐτῶν διδασκάλους, ἀμφοτέρους ὠφελῶν. Ἐκείνας γὰρ κοσμίας κατασκευάζει, τούτους δὲ ἐναγωνίους ποιεῖ, ἅτε δὴ μέλλοντας ἅπερ ἤκουσαν μετὰ πολλῆς ἀκριβείας ταῖς γυναιξὶ παρατίθεσθαι. Ὅρα δὲ ἀπὸ πόσων τοῦτο κατασκευάζει. Πρῶτον μὲν ἀπὸ τοῦ νόμου τοῦ Θεοῦ, ἔπειτα ἀπὸ τοῦ λογισμοῦ τοῦ κοινοῦ καὶ τῆς συνηθείας. Πρὸς δὲ τούτοις καὶ ἀπὸ τῶν πᾶσι δοκούντων καὶ πανταχοῦ τυπωθέντων ἐντρέπει. Τοῦτο γάρ ἐστιν ὃ λέγει, Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνον κατήντησε; Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον πιστευθείσας τὸν νόμον. Οὐ μόνον δὲ ἀπὸ τούτων, ἀλλὰ καὶ ὅπερ ἦν ἰσχυρότερον πάντων, τίθησι τὸ ὅτι Ὁ Θεὸς ταῦτα καὶ νῦν προστάττει δι' ἐμοῦ. Γινωσκέτω γὰρ ταῦτα ἃ γράφω, φησὶν, ὅτι Κυρίου εἰσὶν ἐντολαί. Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; Εἴ τις δοκεῖ προφήτης, εἶναι, ἢ πνευματικὸς, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν ἐντολαί. Οὔτε γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι Ἡμεῖς τῶν ἄλλων διδάσκαλοι ἐγενόμεθα, καὶ οὐκ ἂν εἴημεν δίκαιοι παρ' ἑτέρων μανθάνειν· οὔτε ὅτι ἐνταῦθα ἔστη τὰ τῆς πίστεως μόνον, καὶ οὐ χρὴ παρ' ἑτέρων τὰ παραδείγματα δέχεσθαι. Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. Τίνος ἕνεκεν τοῦτο ἐπήγαγε; ∆είκνυσιν ὅτι οὔτε 95.688 βιάζεται, οὔτε φιλονεικεῖ· ὅπερ σημεῖόν ἐστι τῶν οὐ τὰ αὑτῶν βουλομένων ἱστᾷν, ἀλλὰ τὸ ἑτέροις συμφέρον σκοπούντων. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, τὴν τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἀλλ' οὐ πανταχοῦ τοῦτο ποιεῖ, ἀλλ' ἔνθα μὴ σφόδρα μεγάλα τὰ ἁμαρτανόμενα ᾖ, καὶ τότε ἐντρέπων μᾶλλον. Ἐπεὶ ὅταν περὶ ἑτέρων διαλέγηται, οὐ λέγει οὕτως. Ἀλλὰ πῶς; Μὴ πλανᾶσθε, οὔτε πόρνοι, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ