1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

3

δίκαιος, οὐ κατὰ τὸν παρόντα μόνον βίον, ἀλλὰ τὸν μέλλοντα ζήσεται. «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.» Τοῦτό φησιν, ὅτι καὶ οἱ παλαιοὶ ἐκ πίστεως ἐσώθησαν, ὧν αὐτὸς κατάλογον ἐν τῇ πρὸς Ἑβραίους ποιεῖται. «Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων,» Ἀπὸ τῶν ἀγαθῶν προτρεψάμενος ἐπὶ τὸ κή 95.449 ρυγμα ἐλθεῖν, καὶ ἀπὸ τῶν ἐναντίων πάλιν ἐργάζεται τὴν προτροπήν· ἢ γὰρ ὑπισχνούμενον ἀγαθὰ, ἢ ἐκφοβοῦντα δεῖ τὴν προτροπὴν ἐργάζεσθαι. Ἐγγὺς οὖν παρίστησιν αὐτοὺς τοῦ θείου δικαστηρίου. «Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ὁρατὰ αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης,» Καὶ τίνες οὗτοι; Οἱ Ἑλλήνων παῖδες, οἱ ξύλοις καὶ λίθοις ἀνατιθέντες τὴν τοῦ Θεοῦ προσκύνησιν, καὶ ὅσον εἰς αὐτοὺς ἀδικοῦντες τὴν τοῦ Θεοῦ δόξαν, εἰ καὶ οὐκ ἀδικεῖται. «Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. ∆ιότι γνόντες τὸν Θεὸν, οὐκ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.» Καίτοι οὐ διὰ τοῦτο ἐποίησεν αὐτὰ ὁ Θεὸς, εἰ καὶ τοῦτο ἐξέβη· οὐ γὰρ ἵνα αὐτοὺς ἀπολογίας ἀποστερήσῃ, διδασκαλίαν τοσαύτην εἰς μέσον ἔθηκεν, ἀλλ' ἵνα αὐτὸν ἐπιγνῶσιν· ἀγνοήσαντες δὲ, πάσης ἑαυτοὺς ἀπεστέρησαν ἀπολογίας. «Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ.» Ἵνα δείξῃ τῆς γνώμης αὐτῶν τὸ κατηγόρημα· ὃ γὰρ ἔχει τις, τοῦτο ἀλλάσσει. «Ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.» Ὅρα πόσα τὰ κατηγορήματα· πρῶτον, ὅτι οὐκ ἔγνωσαν Θεόν· δεύτερον, ὅτι ἔχοντες ἀφορμὰς εἰς τοῦτο μεγάλας, ἀπώλισθον· τρίτον, ὅτι σοφοὶ λέγοντες εἶναι· τέταρτον, ὅτι εἰς δαίμονας κατήγαγον καὶ λίθους καὶ ξύλα τὸ σέβας ἐκεῖνο. «∆ιὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν,» Τὸ παρέδωκεν, ἀντὶ τοῦ εἴασεν κεῖται. «Τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς.» Ἐντεῦθεν ἔχουσι τὴν δίκην καὶ πρὸ θείου δικαιωτηρίου· καὶ αὐτοὶ γὰρ ἑαυτοὺς ταῦτα διέθηκαν, ἅπερ ἂν αὐτοὺς οἱ ἐχθροὶ διαθεῖναι οὐκ ἴσχυσαν. «Οἵ τινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα,» «∆είκνυσιν ὡς πάσης ἀσελγείας ἡ ἀσεβεία ἐστὶ πρώτη. Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, Ἀμήν. ∆ιὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. 95.452 Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργασάμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπολαμβάνοντες. Καὶ καθὼς οὐκ ἐδοκίμασαν ἔχειν τὸν Θεὸν ἐν τῇ γνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.» Εἰ καὶ ἐκεῖνοι, φησὶν, ἀφέντες αὐτὸν, προσεκύνησαν κνωδάλοις, ἀλλ' οὐδὲν αὐτοῦ παρεφθάρη δόξα· ἔστι γὰρ εὐλογητός. «Πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πονηρίᾳ, πλεονεξίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυρίας, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας.» Εἰπὼν τὸ γενικὸν, καὶ κατ' εἶδος λοιπὸν διεξέρχεται τὰ κακὰ, ἅπερ ἡ ἀσέβεια εἰργάσατο. θεομισεῖς. «Ἐφευρετὰς κακῶν.» Ἵνα τῆς γνώμης λοιπὸν γένηται κατηγόρημα, ἐφευρετὰς κακῶν αὐτοὺς προσηγόρευσεν. «Γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγινώσκοντες.» Καὶ κατὰ τῆς φύσεως ἔστησαν, φησίν. «Ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.» ∆ύο θεὶς ἀντιθέσεις, ἐνταῦθα ἀνεῖλεν ἀμφοτέρας. Τί γὰρ ἂν εἴποις, φησὶν, ὅτι οὐκ οἶδας τὰ πρακτέα; Σὺ μὲν οὖν εἰ καὶ τοῦ μὴ εἰδέναι αἴτιος, ἀφεὶς τὸν