1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

123

ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν ἑαυτῶν τὰς γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ. Τὸ ἡγεμονικὸν οὐ βούλεται σκληρὸν εἶναι τῷ ὑπηκόῳ. Αὕτη γὰρ ἀληθὴς ἀρχὴ, τὸν ἄρχοντα κήδεσθαι τῶν ὑφ' αὐτὸν, ἥτις ἐν Χριστῷ πέφηνεν, μὴ ζητήσαντι τὸ ἑαυτῷ πρέπον, ἀλλὰ τὸ τῇ Ἐκκλησίᾳ συμφέρον. Ἡ μὲν γὰρ αὐτοῦ δόξα ἐν ἀθανασίᾳ ἦν, καὶ αὐτὴ ὀφειλομένη τε καὶ πρέπουσα· ἡ δὲ τῆς Ἐκκλησίας σωτηρία ἐν καθάρσει τῆς ἁμαρτίας ἥτις οὐχ ἁπλῶς ἐγίνετο, εἰ μὴ τῆς ῥυπωθείσης ζωῆς μετάθεσιν εἰργάσατο Χριστὸς, τὸ ὁμοίωμα ταύτης καταλύσας θανάτῳ, ἵνα συναποθνήσκοντες αὐτῷ λυθῶμεν τῆς ζωῆς ἧς ἐζῶμεν. Ταύτης δὲ τῆς καθάρσεως αἴτιον τὸ ἅγιον βάπτισμα. Πρόσεστι γὰρ ἐκείνῳ τῷ ὕδατι ἡ διὰ ῥήματος ἐπίκλησις, ἅγιον αὐτὸ ἀποφαίνουσα. Ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει, καὶ θάλπει αὐτὴν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν. Ὅτι μέλη ἐσμὲν τοῦ σώματος 95.852 αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Εἰ σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ, κηδέσθω αὐτῆς, φησὶν, ὡς σαρκός· καὶ εἰ Χριστὸν ἴσμεν ὥσπερ ἄνδρα τῆς Ἐκκλησίας ὄντα, καὶ μέλη ἡμᾶς ἑαυτοῦ κατεσκευακότα διὰ τῆς ἐν Πνεύματι ζωῆς, μιμείσθωσαν τὴν ἀγαπὴν τοῦ Χριστοῦ τὴν πρὸς τὴν Ἐκκλησίαν. Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Συνῆψε τὸ πνευματικὸν τῷ σαρκικῷ, τύπον ἐκείνῳ τούτου ἀποδείξας. Οὕτως γὰρ γίνεται μυστήριον ἐγκεκρυμμένης τῆς ἀληθείας ἐν τῷ τύπῳ, ὅτι Χριστὸν ἐτύπου καὶ τὴν Ἐκκλησίαν ἡ τῆς γυναικὸς λῆψις ἐξ ἀνδρὸς, καὶ συνάφεια πρὸς τὸν ἄνδρα. Καὶ γὰρ ἀπὸ Χριστοῦ τὸ εἶναι ἔχομεν κατὰ τὴν ἁγιότητα, καὶ ἁγιασθέντες Χριστῷ ἑνούμεθα. Πλὴν καὶ ὑμεῖς οἱ καθένα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. ΚΕΦΑΛ. ϛʹ. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ. Τοῦτο γάρ ἐστι δίκαιον. Καθολικὸς μὲν οὖν ὁ λόγος εἰς ὅλην τὴν Ἐκκλησίαν ἑνουμένην Χριστῷ. Ἔστω δὲ ἐν ἑκάστῃ γυναικὶ, καὶ ἐν ἑκάστῳ ἀνδρὶ τελειούμενος ὁ τύπος, ἐν ἀγάπῃ μὲν ἀνδρὸς, ὑποταγῇ δὲ γυναικὸς ἐν φόβῳ. Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. ∆ευτέρα ἀρχὴ, ἡ τῶν παίδων, ἐπειδὴ καὶ δεύτερόν ἐστι μετὰ τὸν γάμον παιδοποιία, καὶ τὸν νόμον εἰσάγει μάρτυρα. Πάντα γὰρ ὅσα τελοῦμεν διὰ Χριστὸν, μαρτυρεῖται ὑπὸ τοῦ νόμου καλά τε εἶναι καὶ δίκαια, ἢ αὐτολεξεὶ λεγόμενα, ἢ τυπικῶς ὑποδεικνύμενα, καὶ καλὴ τῆς τελείας διδασκαλίας ἡ παιδαγωγικὴ μαρτυρία. Τιμίαν δὲ τὴν ἐντολὴν ἀποφαίνων τὴν περὶ γονέων, φησὶν αὐτὴν, καὶ πρώτην καὶ μετ' ἐπαγγελίας εἰρῆσθαι, ἥτις ἐπαγγελία ἐν ∆εκαλογίᾳ κεῖται. Τύπον γὰρ ὁ νόμος τῆς αἰωνίου ζωῆς μιμεῖται τὴν μακροημερίαν. Πρώτῃ δὲ ἐντολῇ ταύτην τὴν ἐπαγγελίαν ἔζευξεν ὁ Θεὸς, προεισάγων ἄλλας τέσσαρας τὰς εἰς Θεὸν ἀνηκούσας· ὅτι τῶν μὲν εἰς αὐτὸν τιμῶν πρόδηλος ἡ ἀνταπόδοσις παρὰ τοῦ τιμωμένου. Ἡ δὲ εἰς γονέας τιμὴ, παρ' αὐτῶν οὐκ ἔχουσα τὴν ἀνταπόδοσιν λόγου ἀξίαν, παρὰ τοῦ Θεοῦ ταύτην δι' ἐπαγγελίας ἐκομίσατο. 95.853 Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ, μὴ κατ' ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις. Εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνίεντες τὴν ἀπειλὴν, εἰδότες, ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ