1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

4

γνωρίζοντά σοι Θεόν· νῦν δὲ καὶ διὰ πολλῶν δείκνυμεν εἰδότα καὶ ἑκόντα πλημμελοῦντα· ἀλλ' ὑπὸ πάθους ἕλκῃ. Τί οὖν καὶ συμπράττεις καὶ ἐπαινεῖς·

ΚΕΦΑΛ. Βʹ. «∆ιὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν

ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἶδα μὲν δὲ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας;» Πρὸς τοὺς ἄρχοντας μὲν τῆς Ῥώμης ἀποτείνει τὸν λόγον, καὶ πρὸς ἕκαστον δὲ ἄνθρωπον ἁρμόσει· ἑαυτοὺς γὰρ κρίνομεν, ἀφ' ὧν τὰ παραπλήσια ἡμὶν πράττοντας ἑτέρους κρίνομεν. «Λογίζῃ δὲ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;» Ἀνθυποφορά· ἀλλὰ τέως οὐ κολάζομαι, φησίν· ὁ δὲ τὴν ὑπέρθεσιν οὐκ εἰς συγγνώμην, ἀλλ' εἰς μείζονα κόλασιν κατασκευάζει, τοὺς μὴ βουλομένους δι' αὐτῆς χωρεῖν εἰς μετάνοιαν. 95.453 «Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν,» Ὁ γὰρ μήτε διὰ τῶν ἀγαθῶν, μήτε διὰ τῶν ἠπειλημένων κολάσεων εἰς μετάνοιαν ἐρχόμενος, πῶς οὐ παντελῶς σκληρότατος ἂν εἴη; «Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν γὰρ καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ.» Σὺ ἑαυτῷ, φησὶν, ἐπισπᾶσαι τὴν ὀργὴν, οὐχ ὁ Θεός σοι. Καὶ τὸ θησαυρίζεις δὲ, ὡς πάντη τε καὶ πάντως ἐσομένης, εἰ μὴ τῇ μετανοίᾳ αὐτὴν ἀπονιψόμεθα. «∆όξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον.» Οὐ δυνάμενος εἰπεῖν τὰ ἀγαθὰ τὰ μέλλοντα ἔσεσθαι ἀγαθὰ τοῖς ἁγίοις αὐτοῦ παριστῶσι, διὰ τῶν ἐν ἀνθρώποις τιμῶν αὐτὰ κατασημαίνει. ∆όξαν δὲ λέγων, καὶ τιμὴν καὶ ἀφθαρσίαν ἐπὶ τὰ ὄντως ἀγαθὰ, ἃ οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. «Τοὺς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ.» Ἵνα δείξῃ πάλιν τῆς γνώμης τὸ κατηγόρημα, οὐκ εἶπεν, ἐξ ἀγνοίας, ἀλλ' ἐξ ἐριθείας. «Ὀργὴ καὶ θυμός· θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν· Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος.» Ὥσπερ διὰ τῶν πιστευομένων ἡμῖν ἀγαθῶν τὰς ἀμοιβὰς τὰς μελλούσας εἰσάγει· οὕτω καὶ διὰ τῶν λυπηρῶν πάλιν τῶν παρ' ἡμῖν, τὰς μελλούσας κολάσεις. «∆όξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ.» Πανταχοῦ τοῖς καλοῖς περιφράττει τὸν ἀκροατὴν, προτρεπόμενος εἰς αὐτὸ ἐλθεῖν. Πρῶτον γὰρ διεξέρχεται τὰς ἀμοιβὰς, ἃς ἀπολήψονται οἱ ἅγιοι· εἰς τὰς μέσας τὰς κολάσεις θεὶς, πάλιν ἐπὶ τὰς τῶν καλῶν ἀμοιβὰς ἔρχεται. ∆όξαν καὶ τιμὴν λέγων ὑπάρξειν τῷ ἐργαζομένῳ τὸ καλόν· οὕτως γὰρ μᾶλλον ἐπισπάσαιτο εἰς ἔργον τὸν ἀκροατήν. «Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται.» Ἀντὶ τοῦ, μὴ ἔχοντες κατηγοροῦντα τὸν νόμον· ἄρχεται δὲ σύγκρισιν ποιεῖς, Ἰουδαίων τε καὶ τῶν πρὸ τῆς χάριτος Ἑλλήνων· Ἑλλήνας δὲ μὴ τοὺς εἰδωλολάτρας λάμβανε, ἀλλὰ τοὺς θεοσεβεῖς· οἷος ἦν ὁ Μελχισεδὲκ, Νινευΐται, ὁ Ἰὼβ, ὁ Κορνήλιος. Κατασκευάζει δὲ τοῦτο σαφῶς, ἵνα δείξῃ, ὅτι οὐδὲν ὠφελεῖται ὁ Ἰουδαῖος διὰ νόμου, ἀλλὰ καὶ σφόδρα 95.456 βαρεῖται· τοῦτο δὲ ποιεῖ, ὅπως ἂν εἰς τὸ δέξασθαι τὴν χάριν αὐτῶν ἐκκαλέσηται· ἔλεγον γὰρ οἱ Ἰουδαῖοι μὴ χρῄζειν τῆς χάριτος δικαιούμενοι ἐν νόμῳ· ∆ιὸ δείκνυσιν, ὡς οὐδὲν αὐτοὺς ὠφελεῖ. Ἀδύνατον γὰρ αὐτὸν κατορθωθῆναι· ἀλλὰ καὶ ἐπικαταράτους ποιεῖ. Ταῦτα δὲ πάντα, ὡς εἶπον, κατασκευάζει συγκλείων αὐτοὺς εἰς τὴν διὰ πίστεως χάριν. «Οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ νόμου δικαιωθήσονται. Ὅταν γὰρ ἔθνη