1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

87

Οἶδα μὲν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. Οὐ δεῖ, φησὶ, θορυβεῖσθαι εἰ κακῶς πάσχομεν. Καὶ γὰρ πολλὰ ἐντεῦθεν καρπούμεθα. Ὅρα δὲ πῶς 95.729 δείκνυσι τὴν ὑπερβολὴν τῶν μελλόντων πρὸς τὰ παρόντα. Εἰπὼν γὰρ ἐπίγειον, ἀντέθηκε τὴν οὐράνιον· εἰπὼν, οἰκείαν σκήνους, καὶ τὸ εὐδιάλυτον δείξας, ἀντέθηκε, τὴν αἰώνιον. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν, τὸ ἐξ οὐρανοῦ, ἐπενδύσασθαι ἐπιποθοῦντες. Καὶ ποῖον οἰκητήριον; Τὸ σῶμα τὸ ἄφθαρτον. Καὶ διὰ τί, ἐν τούτῳ στενάζομεν; Ἐπεὶ πολλῷ βέλτιον ἐκεῖνο. Ἐξ οὐρανοῦ δὲ τοῦτο, φησὶ, διὰ τὸ ἄφθαρτον. Οὐ γὰρ δὴ ἄνωθεν ἡμῖν κάτεισι τὸ σῶμα, ἀλλὰ τὴν ἐκεῖθεν χάριν πεμπομένην δηλοῖ τῷ ὀνόματι τούτῳ. Ὡς ἂν εἰ λέγοι· Στένεις, ὅτι φθείρεταί σου ὁ ἔξω ἄνθρωπος; οὕτως στενάζων, ὅτι μὴ μεθ' ὑπερβολῆς τοῦτο γίνεται, μηδὲ ὁλόκληρος φθείρεται. Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι. Τουτέστι, καὶ εἰ ἐκεῖ τὴν ἀφθαρσίαν λαβόντες μὴ γυμνοὶ τῆς δόξης καὶ τῆς ἀσφαλείας ὀφθῶμεν. Τοῦτο δέ φησιν, ἵνα μὴ ἀπὸ τῆς ἀναστάσεως μόνον πάντες θαῤῥῶμεν, ἀλλὰ ἐπιτηδεύσωμεν καὶ ἔργα λαμπρά. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκέτι κοινὴ, ἀλλ' οἱ μὲν ἐν τιμῇ, οἱ δὲ ἐν ἀτιμίᾳ· καὶ οἱ μὲν εἰς βασιλείαν, οἱ δὲ εἰς κόλασιν. Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. Οὐ λέγω, φησὶν, ὅτι στενάζομεν, ἵνα τὸ σῶμα ἀποθώμεθα, ἀλλ' ἵνα ἐπενδυσώμεθα αὐτῷ τὴν ἀφθαρσίαν. Καὶ γὰρ βαρυνόμεθα, οὐχ ὅτι σῶμα ἔχομεν, ἀλλ' ὅτι φθαρτὸν περικείμεθα. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός. ∆είκνυσιν ἄνωθεν ταῦτα προτυπωθέντα. Οὐ γὰρ νῦν, φησὶ, τοῦτο ἔδοξεν, ἀλλ' ὅτε ἐξ ἀρχῆς ἔπλαττεν ἡμᾶς ἀπὸ γῆς. Πῶς δὲ γίνεται, τοῦτο μὴ ζήτει, φησίν· ἃ γὰρ ὁ Θεὸς ποιεῖ, μὴ περιεργάζου. ∆ιὸ φησὶν, Ὁ δὲ κατεργασάμενος. Καὶ διδοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος. Συνεχῶς ἀῤῥαβῶνα καλεῖ, ὀφειλετὴν ἑαυτὸν δείξαι βουλόμενος τοῦ παντός. Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες, ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου. ∆ιὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους. Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους. Ὡς εἰ ἔλεγεν· ἐλαύνει τις, καὶ διώκει, καὶ ἀναιρεῖ; μὴ καταπέσῃς. Ὑπὲρ γάρ σου γίνεται. Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. ∆ιὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες. 95.732 Τὸ μεῖζον πάντων, ὕστερον τέθεικεν. Τοῦ γὰρ οἰκίαν ἄφθαρτον λαβεῖν, τὸ μετὰ Χριστοῦ εἶναι βέλτιον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν, ὁ διώκων καὶ ἀναιρῶν. Οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Θεῷ παραπέμπει ταχέως. Ὅρα δὲ πῶς ἔκρυψεν τὰ λυπηρὰ καὶ τὸ ὄνομα τοῦ θανάτου καὶ τῆς τελευτῆς, καὶ τὰ σφόδρα ποθεινὰ ἀντέθηκεν, ἐπιδημίαν αὐτὰ καλῶν πρὸς τὸν Κύριον, καὶ τὰ δοκοῦντα γλυκέα, ἀφεὶς τὰ τῆς ζωῆς, ἀπὸ τῶν λυπηρῶν αὐτὰ ὠνόμασεν, ἐκδημίαν ἀπὸ τοῦ Κυρίου τὴν ἐνταῦθα καλέσας ζωήν. Τοῦτο δὲ ἔλεγεν, ἵνα μηδεὶς μήτε τοῖς παροῦσι ἐμφιλοχωρῇ, ἀλλὰ καὶ βαρύνηται, μήτε μέλλων τελευτᾷν λυπῆται, καὶ χαίρῃ ὡς εἰς μείζονα ἀπιὼν ἀγαθά. Εἶτα ἵνα μή τις εἴπῃ, ἀκούων ὅτι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις; ἀλλοτριούμεθα οὖν ἐνταῦθα ὄντες; προδιώρθωσεν τοῦτο, εἰπών· ∆ιὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους. Ὡς εἰ ἔλεγε· Καὶ ἐνταῦθα μὲν αὐτοῦ ἐσμεν, ἀλλ' οὐχ οὕτω σαφῶς. Καὶ τοῦτό ἐστιν ὃ ἀλλαχοῦ ἔλεγεν, ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι. Εὐάρεστοι αὐτῷ εἶναι. Τὸ γὰρ ζητούμενον, τοῦτό ἐστι, φησίν· ἄν τε ἐκεῖ ὦμεν, ἄν τε ἐνταῦθα, κατὰ γνώμην αὐτοῦ ζῇν, καὶ ἵνα πάλιν μὴ εἰς τοσαύτην ἐλθόντες ἐπιθυμίαν, λυπῶνται πρὸς τὴν μέλλησιν τῆς ἐκδημίας. Ἐντεῦθεν ἤδη δίδωσιν αὐτοῖς τὸ κεφάλαιον τῶν καλῶν. Τί δὲ τοῦτό ἐστι τὸ, εὐαρέστους εἶναι; Οὐδὲ γὰρ τὸ ἐξελθεῖν ἁπλῶς καλὸν, ἀλλὰ καὶ τὸ εὐδοκιμοῦντας ἀπελθεῖν. Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ