1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

42

εὑρίσκῃ; «Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.» Τῇ διὰ τῶν ἔργων φαινομένῃ, δι' ὧν ἠθέλησε γνωσθῆναι. ∆ιὰ τοῦτο αὐτὰ καὶ τοσαῦτα κατεσκεύαζεν, ἵνα ἀναλόγως ἐκ τῶν ὁρωμένων ὁ ποιητὴς θαυμάζηται. Μέγας ὁ οὐρανὸς καὶ ἀπειροπληθὴς ἡ γῆ. Θαύμασον τοίνυν τὸν πεποιηκότα. Καὶ γὰρ ὁ μέγας οὗτος ἔργον ἐστὶ τῶν δακτύλων αὐτοῦ. Καὶ περὶ τῆς γῆς γέγραπται, ὅτι τὴν δὲ γῆν ἐποίησεν ὡς οὐδέν. Ἐπειδὴ οὖν διὰ τῆς σοφίας ταύτης οὐκ ἠθέλησεν ὁ κόσμος γνωρίσαι τὸν Θεὸν, διὰ τῆς δοκούσης μωρίας εἶναι τοῦ κηρύγματος, ηὐδόκησεν σώζειν αὐτὸν, οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ πίστεως· λοιπὸν ὅπου σοφίας οὐκ ἔστι χρεία ἀνθρωπίνης. Ἐπειδὴ δὲ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. Ὅταν εἴπωμεν, φησὶν, Ἰουδαίοις, Πιστεύσατε, λέγουσιν, Ἀναστήσασθε νεκρούς· ἰάσασθε δαίμονας· δείξατε σημεῖα· ἡμεῖς δὲ ἀντὶ τούτων τί λέγομεν; Ὅτι ἐσταυρώθη καὶ ἀπέθανεν ὁ κηρυττόμενος. Τοῦτο ἱκανὸν οὐ μόνον τοὺς μὴ βουλομένους μὴ ἐφελκύσασθαι, ἀλλὰ καὶ βουλομένους διακρούεσθαι. Ἀλλ' ὅμως οὐ διακρούεται, ἀλλὰ καὶ ἀφέλκεται. Πάλιν Ἕλληνες ἀπαιτοῦσιν ἡμᾶς ῥητορείαν λόγων καὶ δεινότητα σοφισμάτων· ἡμεῖς δὲ καὶ τούτοις σταυρὸν κηρύττομεν, καὶ ὅπερ ἐπὶ Ἰουδαίων ἀσθέ 95.580 νεια εἶναι δοκεῖ, τοῦτο ἐπὶ Ἑλλήνων μωρία. Ὅταν οὖν μὴ μόνον αἰτοῦσι μὴ παρασχῶμεν, ἀλλὰ καὶ ἐναντία ὧν αἰτοῦσι λέγωμεν, εἶτα διὰ τῶν ἐναντίων πείσονται, πῶς οὐκ ἄφατος αὐτοῖς ἐστιν ἡ τοῦ κηρυττομένου δύναμις; «Ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν.» Περὶ τοῦ σταυροῦ λέγει τὸ μωρὸν καὶ τὸ ἀσθενὲς, οὐ τὸ ὃν, ἀλλὰ τὸ δοκοῦν. Πρὸς γὰρ τὴν ἐκείνων ὑπόληψιν ἀποκρίνεται. Ὃ γὰρ οὐκ ἴσχυσαν φιλόσοφοι διὰ τῶν συλλογισμῶν ποιῆσαι, τοῦτο ἡ δοκοῦσα μωρία κατώρθωσεν. «Καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν.» Πόθεν γὰρ ἀνθρώποις ἰδιώταις καὶ ἀγραμμάτοις, πράγμασιν ἐπιχειρῆσαι τηλικούτοις, καὶ ἐν βραχεῖ καιρῷ πρὸς τὴν οἰκουμένην ἅπασαν παρατάξασθαι, εἰ μὴ θεία τις ἦν ἐν αὐτοῖς ἰσχὺς, ἡ διακυβερνῶσα τὰ γινόμενα; «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα.» Ἀντὶ τοῦ, κατὰ τὸ φαινόμενον, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν ἔξωθεν παίδευσιν. Ἵνα δὲ μὴ ἑαυτῷ περιπίπτῃ· ἦσαν γὰρ καὶ σοφοὶ εἰς αὐτοὺς καὶ εὐγενεῖς· τὸ, οὐ πολλοὶ, προσέθηκεν. Εἰ γὰρ καὶ τούτους ἐδέχετο, ἀλλὰ πολλῷ πλείους ἐκεῖνοι ἦσαν. Τί δήποτε; ὅτι ὁ κατὰ σάρκα σοφὸς, πολλῆς γέμει τῆς ἀπονοίας· καὶ οὗτός ἐστιν ὁ μωρὸς, ὅταν διεφθαρμένην διδασκαλίαν ἐκβάλλειν μὴ βούληται. «Οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς.» Καὶ γὰρ οὗτοι τύφῳ πεπληρωμένοι εἰσίν· οὐδὲν δὲ οὕτω πρὸς ἀκριβῆ θεογνωσίαν ἄχρηστον, ὡς ἀπονοίᾳ κεχρῆσθαι καὶ πλούτῳ. «Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.» Ὅπερ ἐστὶ μέγιστον τῆς νίκης, ὅταν διὰ τῶν ἰδιωτῶν νικᾷ. Οὐ γὰρ οὕτω καταισχύνονται Ἕλληνες, ὅταν διὰ τῶν σοφῶν ἡττηθῶσιν. «Καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός.» Οὐ γὰρ ἰδιώτας μόνον, ἀλλὰ καὶ πένητας, καὶ εὐκαταφρονήτους, καὶ ἀσήμους ἐκάλεσεν, ἵνα τοὺς ἐν δυναστείαις αὐτὸς ταπεινώσῃ. «Καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Καὶ τίνα τὰ μὴ ὄντα καλεῖ; τοὺς μηδὲν εἶναι λογιζομένους διὰ τὴν πολλὴν εὐτέλειαν. Οὕτω τὴν πολλὴν δύναμιν ἐπεδείξατο, διὰ τῶν μηδὲν εἶναι δοκούντων τοὺς μεγάλους κατενεγκών. «Ὅπως μὴ καυχήσεται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» Πάντα γὰρ ὁ Θεὸς διὰ τοῦτο ποιεῖ, ἵνα τὸν τύφον 95.581 καὶ τὸ φρόνημα καταστείλῃ, ἵνα τὸ καυχᾶσθαι καθέλῃ. Ἀπὸ γὰρ τούτου ἡ ἁμαρτία· σοφώτεροι τῶν τοῦ Θεοῦ νόμων εἶναι ἐφιλονείκησαν· οὐ θέλοντες αὐτοὺς μαθεῖν, ὡς αὐτὸς ἐνομοθέτησεν, διὰ τοῦτο οὐδὲ ὅλως ἔμαθον. «Ἐκ