1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

158

σάρκα. Ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖ γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Οὐχ ὁ Μελχισεδὲκ, ἀλλ' ὁ Χριστὸς, ὃς τῇ οἰκείᾳ δυνάμει ζῇ. Τουτέστιν, οὐ προσκαίρου, οὐδὲ πέρας ἔχοντος. Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ, καὶ καθ' ὅσον οὐ χωρὶς ὁρκωμοσίας· οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἡ προάγουσα, φησὶν, ἐντολὴ, τουτέστιν ἡ προδεδομένη ἐντολὴ τῆς Παλαιᾶς ∆ιαθήκης· λέγει δὲ τὸν νόμον· ἀθετεῖται, φησὶν, καὶ ἐκβάλλεται, ἐπειδὴ τελειῶσαι οὐκ ἠδύνατο τὸν ἄνθρωπον. Ἐπεισάγεται δὲ, φησὶν, ἡ κρείσσων ἐλπὶς, ἡ καὶ ἐγγίσαι ἡμᾶς ποιοῦσα τῷ Θεῷ. Λέγει δὲ τὴν Νέαν, δι' αὐτῆς γὰρ συνήφθημεν τῷ Θεῷ καὶ Πατρί· καὶ ταύτην ἔτι αὔξων, οὐ χωρὶς ὁρκωμοσίας λέγει γεγενῆσθαι. Ἐκείνη δὲ ἡ παλαιὰ χωρὶς ὁρκωμοσίας ἦν. Ὅρα δὲ πῶς καὶ τὰ δύο αὔξει, ὅτι οὐκ ἔχει τέλος ὥσπερ ἡ νομική. Τοῦτο δὲ αὐτῇ σημαίνει ἀπὸ τοῦ Χριστοῦ. Κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου, καὶ τοῦ ὅρκου. Κατὰ τοσοῦτον καὶ κρείττονος διαθήκης γέγονε ἔγγυος Ἰησοῦς, καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν. Ὅτι ὤμοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι, οὐκ ἂν τοῦτο ἐποίει, εἰ μὴ ζῶν ἦν. Ὁσάκις δὲ ἱερέα ἢ λειτουργὸν ἀκούεις, αὐτὸ τὸ τῆς κενώσεως ἐννόει τὸ μυστήριον. 95.965 Εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν Ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ. Πάλιν καὶ τοῦτο τοῦ κατὰ σάρκα σημαντικὸν ἐποίει. Ὁ ἐγείρων τοὺς νεκροὺς, καὶ ζωοποιῶν οὓς θέλει, οὕτως ὡς καὶ ὁ Πατὴρ, πῶς ἐντυγχάνει; ∆ῆλον οὖν ὅτι τῆς οἰκονομίας εἰσὶν αὐταὶ αἱ φωναὶ, οὐ διαιρουμένης τῆς θεότητος· ὁ αὐτὸς γάρ ἐστι καὶ Θεὸς, κἂν διὰ τὴν οἰκονομίαν, ἄλλα περὶ αὐτοῦ λέγεται. Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

ΚΕΦΑΛ. Ηʹ. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις. Τὸ ὑπὲρ τοῦ λαοῦ προσενεχθῆναι, φησί.

Τοιοῦτον ἔχομεν Ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ ἄνω καὶ κάτω λειτουργὸν αὐτὸν εἶπε, τὰ τῆς ἀνθρωπότητος αὐτοῦ δηλῶν, ὅρα πῶς ἀνάγει τὴν διάνοιαν τῶν ἀκροατῶν, τὴν θεότητα κηρύττων αὐτοῦ, διὰ τοῦ λέγειν, Ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς. Τῶν ἁγίων λειτουργός. Τουτέστιν, ὑπὲρ τῶν ἡγιασμένων διὰ τοῦ ὀνόματος αὐτοῦ. Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς. Σκηνὴν ἀληθινὴν, τὴν Ἐκκλησίαν φησίν. Ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται, ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον, ὃ προσενέγκῃ. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ' ἂν ἦν ἱερεὺς, ὄντων ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα. Περιεποιήσατο γὰρ αὐτὴν διὰ τοῦ ἰδίου αἵματος. Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς, μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ἡ παλαιὰ, φησὶ, λειτουργία ὑπόδειγμα ἦν ταύτης πνευματικῆς, ἥντινα καὶ ἐπουράνιον καλεῖ. Εἰ γὰρ καὶ ἐπὶ γῆς τελεῖται, ἀλλὰ ὅλη τῶν οὐρανῶν ἐστιν· ἐλάτρευον δὲ ὑποδείγματι, ὡς τὸ πρόβατον προσφέροντες εἰς