1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

128

λέγων, καὶ ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος. Τοῦτο δὲ λέγει, ἓν τὸ θέλημα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δηλῶν. Καὶ οὐ μόνον ταῦτα τὰ δόγματα δηλοῖ, ἀλλ' ὅτι καὶ ὑπέμεινε θάνατον, γενόμενος ἄνθρωπος, ὁ ἐν ἰσότητι τοῦ Πατρός· καὶ οὐχ ἁπλῶς θάνατον, ἀλλὰ θάνατον, τὸν διὰ σταυροῦ. Καὶ ὅτι οὐχὶ ἐκρατήθη θανάτῳ. Ὕψωσε γὰρ αὐτὸν, φησὶν, ὁ Θεός. Ὅταν δὲ τὸ, ὕψωσε καὶ ἤγειρε, καὶ τὰ τοιαῦτα ἀκούσῃς, τὴν οἰκονομίαν ἐννόει· μὴ γὰρ δὴ ὡς ἐλαττούμενον δυνάμεως αὐτὸν ἐννοήσῃς· αὐτὸς γάρ ἐστιν ἡ δύναμις τοῦ Πατρός. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Εἰς δόξαν Θεοῦ Πατρός. Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε. Ἵνα οὕτω δοξάζηται, φησὶν, ὡς καὶ ὁ Πατὴρ, ἴσος τε καὶ ὅμοιος αὐτῷ. Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου. 95.868 Μᾶλλον γὰρ τὴν ἀγάπην ἐνδείκνυται τὴν πρὸς τὸν διδάσκαλον, ὁ παρὰ τὴν ἀπουσίαν ἀκούων αὐτοῦ. Ὁ μὲν γὰρ παρόντι πειθόμενος, ἴσως καὶ αἰσχυνόμενος τοῦτο ποιεῖ· ὁ δὲ παρὰ τὴν ἀπουσίαν ἀκούων, μέγα δείκνυσι τῆς εἰς τὸν διδάσκαλον ἀγάπης τὸ γνήσιον. Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Πάλιν ἀγωνιᾷν αὐτοὺς ποιεῖ· τοσοῦτον αὐτῶν τὴν ἐκ τοῦ κατορθοῦν κατασπᾷ ὀφρύν. Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν, καὶ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Καὶ τοῦτό φησιν, οὐχ ὡς τῆς προαιρέσεως καθαιρετικὸν, ἀλλ' ὡς φοβούμενος πάλιν μὴ ἐπαρθῶσιν. Ὅτι γὰρ ἡ γνώμη αἰτία τοῦ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ πονηροὺς, ἐδήλωσε διὰ τοῦ παραινέσαι μετὰ φόβου τὴν ἑαυτῶν σωτηρίαν ἐργάζεσθαι. Πάντα ποιεῖτε χωρὶς γογγυσμοῦ καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα. Ὁ γὰρ τὰς ἐντολὰς ἐργαζόμενος μετὰ γογγυσμοῦ, ὡς βαρείων οὐσῶν, ἀπόλλυσι τὸν ἐπὶ ταύταις μισθόν. Τὸ δὲ, καὶ διαλογισμῶν, τοῦτο δηλοῖ, τὸ ἀδιστάκτως καὶ ἀνενδυάστως, καὶ μηδὲν διακρινομένους. Ὁ γὰρ οὕτως αὐτὰς ἐργαζόμενος ἔσται, φησὶν, ἄμεμπτος. ∆ιὰ τὴν ἀγάπην, διὰ τὴν ἀρέσκειαν. Ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης. Γενεὰν σκολιὰν, τὴν τῶν Ἰουδαίων φησὶ, κατὰ τὸ εἰρημένον πρὸς αὐτοὺς ὑπὸ τοῦ Κυρίου· Γενεὰ σκολιὰ καὶ διεστραμμένη. Ἐν οἷς φαίνεσθε, ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες. Οἱ γὰρ δυνάμενοι λέγειν, Ἐσημειώθη ἐφ' ὑμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε, οὗτοι δύνανται φωστῆρες γενέσθαι. Λόγον δὲ ζωῆς, τὸν εὐαγγελικόν φησιν. Εἰς καύχημα ἐμοὶ, καὶ εἰς ἡμέραν Χριστοῦ· ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα. Μέγα γὰρ ὄντως διδασκάλων καύχημα ἡ τῶν μαθητῶν προκοπή. Μέχρι τίνος δὲ τὴν προκοπὴν φθάσαι δεῖ, ἢ μέχρι τῆς παρουσίας Χριστοῦ; τοῦτο δὲ λέγει, ἵνα αὐτὴν ἔχοντες ἀποθάνωμεν, μηδὲν αὐτῆς παρασαλεύσαντες. Οὕτω γὰρ αὐτὴν σῶαν ἐπιδειξόμεθα. Ἀλλ' εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε, καὶ συγχαίρετέ μοι. Σπονδὴν ἀεὶ τὸν θάνατον ἑαυτοῦ φησιν, καὶ ἐν τῇ πρὸς Τιμόθεον ὁμοίως· Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου πάρεστι. Λέγει οὖν, ὅτι Καὶ ἀποθνήσκω, καὶ θάνατόν μου καταψηφίζονται οἱ τῆς ἀληθείας ἐχθροὶ διὰ τὸ κήρυγμα, 95.869 οὐχ ὅτι λυποῦμαι, ἀλλὰ χαίρω σφόδρα. Οὐκοῦν καὶ αὐτοὶ χαίρειν ὀφείλετε. Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Πέμπω, φησὶν, ὑμῖν Τιμόθεον, ἵνα ἀκούων τὰ περὶ ὑμῶν, χαίρω. Οὐχ ὅτι ἠγνόει· αὐτὸς γὰρ ἔλεγεν εὐχαριστεῖν ὑπὲρ αὐτῶν καθ' ἑκάστην δέησιν. Τί οὖν ἐστι τὸ χαίρειν περὶ Τιμοθέου, ἢ ὅτι πεποίθασι καὶ χαίρουσιν ἐπὶ τοῖς δεσμοῖς τοῖς διὰ τὸ κήρυγμα; τοῦτο γὰρ αὐτοῖς καὶ παραινεῖ. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι. Τοῦτο μέγιστον ἐγκώμιον Τιμοθέου, τὸ ἰσόψυχον εἶναι τῷ διδασκάλῳ· ἅμα δὲ καὶ προτροπῆς ἐστι, τὸν αὐτὸν μετὰ χαρᾶς προσδέξασθαι, ὡς αὐτὸν ὁρῶντας τὸν Ἀπόστολον. Ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξ αὐτῆς.