1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

31

μισοῦντες. Τὸ γὰρ ἀπὸ ῥῆμα πολλαχοῦ ἐπιτάσεώς ἐστι παρ' αὐτοῦ, ὡς τὸ ἀπεκδεχόμενοι καὶ ἀπολύτρωσιν, καὶ ἀποκαραδοκίαν. Ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσιν, αὐτὸς καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, ἔχθραν ἔχειν πρὸς τὴν κακίαν καὶ μῖσος. Οὐκ εἶπε, ποιοῦντες, μόνον, ἀλλὰ καὶ διακείμενοι· τοῦτο γὰρ τὸ κελεῦσαι, κολλᾶσθαι ἐδήλωσεν. οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ, ἔλεγεν· Προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. Ὅταν περὶ τῶν ἔξω λέγῃ· Εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε. Ὅταν δὲ περὶ τῶν οἰκείων, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι. Ἀδελφοὶ, φησὶν, ἔστε, οὐκοῦν διὰ τοῦτο δίκαιοι ἂν εἴητε ἀγαπᾷν ἀλλήλους. «Τῷ Κυρίῳ δουλεύοντες.» ∆ιὰ τούτων ἁπάντων ἐστὶ δουλεύειν τῷ Θεῷ. «Τῇ ἐλπίδι χαίροντες.» Οὐδὲν γὰρ οὕτως πρὸς ἀνδρείαν ἐγείρει ὡς ἐλπὶς χρηστή. «Τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν, φιλοξενίαν διώκοντες. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι.» Καὶ γὰρ πρὸ τῶν μελλόντων ἐν τῷ παρόντι μέγα καρπώσει καλὸν ἀπὸ τῆς θλίψεως, τὸ καρτερικῶς καὶ δόκιμος γίνεσθαι. 95.544 Οὐκ εἶπεν, παρέχετε αὐτῶν ταῖς χρείαις, δεικνὺς ὅτι μεῖζον λαμβάνουσιν, ἢ διδόασι· καὶ ὅτι ἐμπορία τὸ πρᾶγμά ἐστιν. Κοινὸν γάρ ἐστιν. Εἰσφέρεις χρήματα, εἰσφέρουσί σοι τὴν πρὸς Θεὸν δόξαν ἐκεῖνοι. Οὐκ εἶπεν, ἐργαζόμενοι, ἀλλὰ, διώκοντες, παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους πότε πρὸς ἡμᾶς ἔλθωσιν, ἀλλὰ αὐτοὺς ἐπιτρέχειν καὶ καταδιώκειν. «Γενναίας γὰρ σφόδρα δεῖται ψυχῆς, ὥστε τῷ εὐδοκιμοῦντι μὴ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. «Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες.» Τουτέστι, μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς· οὐδὲν γὰρ οὕτως ἐπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ. «Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.» Ὅμοιον τῷ, Λαμψάτω τὸ φῶς ὑμῶν. Τοῦτο δέ φησιν, οὐχ ἵνα πρὸς κενοδοξίαν ζήσωμεν, ἀλλ' ἵνα μὴ παρασχῶμεν λαβὴν τοῖς ἀνθρώποις καθ' ἡμῶν. «Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες, μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί.» Εὖ τὸ, εἰ δυνατόν· ἔστι γὰρ ὅπου οὐ δυνατὸν, οἷον, ὅταν περὶ εὐσεβείας ὁ λόγος, ἢ ὅταν περὶ ἀδικουμένων ὁ ἀγών. «Ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις. Ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.» Ποίᾳ ὀργῇ, ἢ τῇ τοῦ Θεοῦ, φησίν; Ἐπειδὴ γὰρ μάλιστα τοῦτο ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς, ἐκδικῆσαι. ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτὸ μάλιστα μετὰ πολλῆς δίδωσι τῆς περιουσίας· ἂν γὰρ αὐτὸς μὴ ἀμύνῃ, φησὶν, ὁ Θεὸς ἔσται τιμωρός. Συγχώρησον οὖν αὐτῷ, φησὶν, ἐπεξελθεῖν. Καὶ τοῦτο ἐστὶ τὸ, δότε τόπον τῇ ὀργῇ. Εἶτα παραμυθούμενος ἐπὶ πλέον, καὶ τὴν μαρτυρίαν ἐπήγαγεν. «Ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν. Οὕτω γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.» Ἐπὶ τὸ μεῖζον αὔξει. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τί λέγω, φησὶν, ὅτι εἰρηνεύειν δεῖ; εὐεργετεῖν μὲν οὖν μάλιστα κελεύω. Οἶδα γὰρ ὅτι κἂν θηρίον ᾖ ὁ ἐχθρὸς, κἂν μυριάκις μικρόψυχος ᾖ ὁ ἠδικημένος, ψωμίζων αὐτὸν καὶ ποτίζων οὐδὲ αὐτὸς λοιπὸν τῆς τιμωρίας μνημονεύει τῆς ἐκείνου. ∆ιὸ τῷ τέλει θαῤῥῶν τοῦ πράγματος, οὐδὲ ἁπλῶς ἠπείλησεν, ἀλλ' ἐπιδαψιλεύεται τῇ τιμωρίᾳ· οὐ γὰρ εἶπε τιμωρήσεις αὐτὸν, ἀλλὰ, Ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. «Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» 95.545 Ἠρέμα πῶς ᾐνίξατο, μὴ δεῖν τοιαύτῃ προαιρέσει ποιεῖν.

ΚΕΦΑΛ. ΙΓʹ. «Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω.» Πολὺν τῆς πρὸς

ἄρχοντας ὑποταγῆς ποιεῖται λόγον, δεικνὺς, ὡς οὐκ ἐπὶ ἀνατροπῇ τῆς κοινῆς