1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

52

γυμνάζειν. «Τί γάρ μοι καὶ τοῖς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;» Τοὺς δὲ ἔσω καὶ τοὺς ἔξω, τοὺς Χριστιανοὺς καὶ τοὺς Ἕλληνας καλεῖ; «Τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ. Ἐπειδὴ γὰρ εἶπε, Τί μοι τοὺς ἔξω κρίνειν; Ἵνα μήτις νομίσῃ ἀτιμωρήτους τούτους εἶναι, ἕτερον δικαστήριον αὐτοῖς ἐφίστησι φοβερώτερον τούτου. Τοῦτο δὲ εἶπεν, ὁμοῦ μὲν ἐκείνους φοβῶν, ὁμοῦ δὲ τούτους παραμυθούμενος· καὶ δείκνυσιν ὅτι ἡ κόλασις αὕτη ἡ πρόσκαιρος τῆς διηνεκοῦς ἐξαρπάζει. Ὃ καὶ δηλῶν ἀλλαχοῦ ἔλεγε· Νυνὶ δὲ κρινόμενοι, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. «Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.» Μαρτυρίαν ἐκ τῆς Παλαιᾶς τίθησι, δηλῶν ὅτι οὐ καινοτομία τὸ τοιοῦτο, ἀλλὰ καὶ ἄνωθεν αὐτῷ ἔδωκεν τῷ νομοθέτῃ.

ΚΕΦΑΛ. ςʹ. «Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων

καὶ οὐκ ἐπὶ τῶν ἁγίων.» Περὶ πλεονεκτῶν διαλεγόμενος, ζέων τῇ φροντίδι τῆς διορθώσεως τῶν ἁμαρτανόντων, οὐκ ἀνέχεται διατηρῆσαι τάξιν· ἀλλὰ τὸ ἐκ τῆς ἀκολουθίας ἀχθὲν εἰς μέσον ἁμάρτημα διορθοῦται πάλιν, καὶ οὕτως ἐπὶ τὸ πρότερον ἐπάνεισιν. Ὅρα δὲ πῶς ἐκ τῶν ὀνομάτων γυμνάζων, καὶ ἀποτρέπει καὶ ἐγκαλεῖ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι Μάλιστα μὲν ἤδη κρίνεσθαι ἐπὶ τῶν ἀδίκων οὐ δεῖ· πῶς γὰρ οὐκ ἄτοπον πρὸς τὸν φίλον μικροψυχοῦντα τὸν ἐχθρὸν διαλλάκτην λαμβάνειν; ἢ πῶς οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς, ὅταν ὁ Ἕλλην τῷ Χριστιανῷ καθέζεται δικάζων; Εὖ δὲ καὶ τὸ μὴ, ἐπὶ τῶν ἀπίστων, εἰπεῖν, ἀλλ', ἐπὶ τῶν ἀδίκων. Ἐπειδὴ γὰρ περὶ δίκης αὐτοῦ ὁ λόγος ἦν, οἱ δικαζόμενοι δὲ οὐδὲν οὕτως ἐπιζητοῦσιν, ὡς τὸ πολλὴν εἶναι πρόνοιαν τοῦ δικαίου παρὰ τοῖς ἀκούουσιν, ἐντεῦθεν αὐτοὺς ἀποτρέπει, μονονουχὶ λέγων· Καὶ τί ποιεῖς, ἄνθρωπε, τοὐναντίον πάσχων ὧν ἐπιθυμεῖς, καὶ ὑπὲρ τοῦ τυχεῖν τοῦ δικαίου ἀδικῆσαι ἐπιτρέπων ἀνθρώποις. ∆είκνυσιν ὅτι τόλμης ἐστὶ τὸ πρᾶγμα καὶ παρανομίας. 95.613 «Ἦ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρίνουσιν;» Ἐπειδὴ γὰρ εὐκαταφρόνητον ἐδόκει τὸ παρὰ τοῖς ἔνδοθεν δικάζεσθαι, ἀνθρώποις ἰδιώταις καὶ πολλῶν ἀπείροις πραγμάτων, ὅρα πῶς καὶ τοῦτο μεθοδεύει. Ὅμοιον γὰρ ὡς εἰ λέγοι· Σὺ ὁ μέλλων ἐκείνους κρίνειν τότε, πῶς ὑπ' ἐκείνων ἂν ἔχεις κρίνεσθαι νῦν; κρίνουσι δὲ τὸν κόσμον οἱ ἅγιοι, οὐκ αὐτοὶ καθήμενοι καὶ λόγον ἀπαιτοῦντες, ἀλλὰ κατακρίνοντες. ∆ιὸ καὶ ἐπάγει, ἐν ὑμῖν ὁ κόσμος κρίνεται. Οὐκ εἶπεν, ὑφ' ὑμῶν, ἀλλὰ, ἐν ὑμῖν· ὡς ὅταν λέγῃ· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· καὶ, Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. «Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος.» Ἵνα μὴ δόξῃ περὶ ἄλλων λέγειν, ὅρα πῶς κοινοποιεῖ τὸν λόγον. «Ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων.» Αἰσχύνην ὑμῖν φέρει τὸ πρᾶγμα, φησίν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ τῶν ἔσω κρινομένους αἰσχύνεσθαι, φησὶν, ὡς Τὸ ἐναντίον ἐστὶν ἡ αἰσχύνη, ὅταν ὑπὸ τῶν ἔξω κρίνεσθε. Ἐκεῖνα γὰρ ἐλάχιστα κριτήρια, οὐ ταῦτα. «Οὐκ οἴδατε ὅτι τοὺς ἀγγέλους κρινοῦμεν; μή τί γε βιωτικά;» Περὶ ἐκείνων λέγει τῶν ἀγγέλων, περὶ ὧν φησιν ὁ Χριστός· Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ αὐτὸς δέ φησιν ὁ Ἀπόστολος ὅτι οἱ ἄγγελοι, τοῦ Σατανᾶ δηλονότι, μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Πάλιν δὲ καὶ ἐπὶ τούτων τὸ, κρινοῦμεν, ἀντὶ τοῦ, κατακρινοῦμεν. Ὅταν γὰρ ἐκεῖναι αἱ ἀσώματοι δυνάμεις ἔλαττον ἡμῶν εὑρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβλημένων, χαλεπωτέραν δώσουσι δίκην. «Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ Ἐκκλησίᾳ τούτους καθίζετε· πρὸς ἐντροπὴν ὑμῖν λέγω.» Μεθ' ὑπερβολῆς διδάξαι βούλεται, ὅτι οὐδ' ἂν ὁτιοῦν ᾖ τοῖς ἔξωθεν τὴν δίκην ἐπιτρέπειν χρή· ἀναιρεῖ δὲ τὴν δοκοῦσαν ἀντίθεσιν, μονονουχὶ λέγων· Τί ἐρεῖτε, ὅτι οὐδεὶς ἐν ὑμῖν σοφὸς, οὐδὲ ἱκανὸς διακρῖναι; καὶ τί τοῦτο; Κἂν γὰρ μηδεὶς ᾖ σοφὸς, τοῖς ἐλαχίστοις ἐπίτρεψον. Τὸ δὲ, πρὸς ἐντροπὴν ὑμῖν λέγω; ἐλέγχοντός ἐστι τὴν τούτων ἀντίθεσιν, ὡς ψευδῆ