1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

6

Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; καὶ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.» Ἀνθυποφορὰ, καὶ ταύτης ἡ λύσις· οὐκ ἀφ' ὧν ἐκεῖνοι κατορθοῦσιν, ἀλλ' ἐκ τῆς φιλοτιμίας τοῦ Θεοῦ· τὸ γὰρ πιστευθῆναι τὰ λόγια τοῦ Θεοῦ, τῆς τοῦ 95.460 Θεοῦ φιλοτιμίας ἔργον ἐστὶν, οὐ τῆς ἐκείνων ἀρετῆς κατόρθωμα. «Τί γὰρ εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο· γινέσθω δὲ Θεὸς ἀληθής.» ∆είκνυσιν οὕτω πονηροὺς, ὡς καὶ ἐν οἷς τιμῶνται, κολάσεως εἶναι ἀξίους. Εὖ δὲ τὸ τινὲς, εἰ καὶ πάντες ἠπίστησαν, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι. Τί γὰρ ἐγκαλεῖς, φησὶν, ὅτι ἠπίστησαν; καὶ τί τοῦτο πρὸς τὸν Θεόν; Μὴ γὰρ τὴν εὐεργεσίαν αὐτοῦ ἀνατρέπει τῶν εὐεργετηθέντων ἡ ἀγνωμοσύνη; ἢ τὴν τιμὴν ποιεῖ μὴ εἶναι τιμήν; ἀλλὰ καὶ μείζονα αὐτοῦ δείκνυσιν τὴν φιλανθρωπίαν, ὅταν καὶ τὸν μέλλοντα αὐτὸν ἀτιμάζειν φαίνηται τιμῶν. «Πᾶς δὲ ἄνθρωπος ψευστὴς, καθὼς γέγραπται· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου.» Ὃ εἶπεν συνεσκιασμένως ἐν τοῖς ἔμπροσθεν, νῦν προφανῶς τίθησιν· πάντα ἄνθρωπον αὐτῶν ἐψευσμένων τῆς πίστεως εἰρηκώς. «Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.» Ὁ νοῦς οὕτως· Εἴ τις, φησὶν, κρίνει τά τε ὑπάρξαντα Ἰουδαίοις παρὰ τοῦ Θεοῦ, τά τε ὑπ' αὐτῶν εἰς αὐτὸν ἀντιδοθέντα, τὴν νικῶσαν δῴῃ τῷ Θεῷ, τοσοῦτον γινομένῳ φιλοτίμῳ, ὡς μηδὲ τῆς ἀχαριστίας αὐτῶν δυνηθείσης ἀνακόψαι τὴν εὐεργετικὴν δεξιάν. «Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς, ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο! Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;» Ἀντίθεσις πάλιν· ἡ δὲ ἀντίθεσις αὕτη· Εἰ κακῶς γενόμενος, φησὶν, αἴτιος ἐγενόμην, τοῦ τὴν νικοῦσαν δέξασθαι τὸν Θεὸν, οὐκ ὀφείλω κολάζεσθαι. Λύει δὲ αὐτὴν οὕτως· Εἰ δίκαιος ὁ Θεὸς κριτὴς, καὶ τὸν κόσμον κρίνει ἐν δικαιοσύνῃ, κατὰ τὸ γεγραμμένον, κολάζει σε δὲ, δικαίως δηλονότι κολάζει σε· πῶς τοίνυν ἀδίκως κολάζεσθαι φῆς, αἴτιος ὢν τῆς αὐτοῦ νίκης; Κατορθῶν γάρ τις μᾶλλον τὸν νόμον μέγαν κηρύσσει τὸν νομοθέτην, ἢ παραβαίνων καὶ κολαζόμενος· τὸ δὲ κατὰ ἄνθρωπον λέγω, κατὰ τὸ ἀνθρώπινον φθέγγομαι, ἐπειδὴ ὡς ἐπὶ ὑποδείγματος. τὴν λύσιν ἐργάζει. «Εἰ δὲ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; καὶ μὴ, καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι Ποιησώμεθα τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν.» Πάλιν τὴν αὐτὴν πλατύτερον τίθησιν· ἡ δὲ διάνοια 95.461 αὕτη· Εἰ τοῦτό φατε, ὡς συνήργησεν τὸ ψεῦδος ὑμῶν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ὅμοιον ποιεῖτε τοῖς διαβάλλουσιν ἐμὲ, ὡς εἰρηκότα, ἐκ τῶν κακῶν εἶναι τὰ κάλα· εἰ δὲ οὔτε τοιοῦτόν τι ἐγὼ ἀπεφηνάμην, ἐκείνων τε τῶν ἐπὶ τούτων διαβαλλόντων ἐμὲ, τὸ κρῖμα ἔνδικόν ἐστιν· λείπεται καὶ ὑμᾶς τῇ αὐτῇ ἐνόχους φαίνεσθαι δίκῃ. Τί δὲ ἦν ὃ διέσυρον τὸν Ἀπόστολον; Εἰρηκότος αὐτοῦ· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οἱ παρ' Ἕλλησιν δοκοῦντες σοφοὶ, κωμῳδοῦντες αὐτὸν ἔφασκον· Οὐκοῦν ἐκ τῶν κακῶν ἐστι τὰ καλὰ, καὶ δεῖ τὴν κακίαν ἐπιτηδεύειν, ὅπως τῶν καλῶν ἐπιτύχωμεν. Ὁ δὲ Ἀπόστολος οὐ τοῦτο ἔλεγεν, ὅτι ἡ προσοχὴ τῶν κακῶν ἄγει τὰ ἀγαθά· ἀλλ' ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἐξέλαβεν αὐτό· ὅτι καίτοι καὶ τῆς ἁμαρτίας κρατησάσης, ἡ Χριστοῦ χάρις ὑπερπερισσεύσασα καὶ κατήργησεν θάνατον, καὶ ἀνάστασιν δέδωκεν, καὶ τῶν ἄνω ἠξίωσεν μόνον· καὶ ὅτι οὗτος αὐτῷ ὁ σκοπὸς, καὶ οὐκ ἐκεῖνος ὃν κωμῳδοῦντες ἐκεῖνοι ἔλεγον, δῆλον ἐκ τοῦ ἐπενεγκεῖν αὐτόν· Τί οὖν; ἁμαρτήσωμεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν; Μὴ γένοιτο. Οἵτινες γὰρ, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσωμεν ἐν αὐτῇ; Ἀλλὰ ταύτας τὰς λύσεις ἐνταῦθα οὐ προσφέρει. Οὐ γὰρ εἰς τοῦτο αὐτὸ συνέτεινεν ἡ ἀντίθεσις, ἀλλὰ τοῦτο μόνον βούλεται δεῖξαι, ὅτι Ὅμοιον ἐκείνοις φατὲ, ὧν ὁ λόγος δίκην ἕξει τὴν ἐσχάτην· ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῶν κακῶν τὰ καλά φασιν, οὕτως καὶ ὑμεῖς ἐκ τῆς ἑαυτῶν ἀδικίας τὴν νίκην τοῦ Θεοῦ λέγετε. «Τί οὖν; προεχόμεθα; Οὐ πάντως.