1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

111

τόπῳ, μὴ τὰ νενομισμένα δέ· ἢ τὰ νενομισμένα μὲν, μὴ καθαρὸς δέ· ἢ καθαρὸς μὲν ὢν, οὐ τοῖς προσήκουσι δὲ θεσμοῖς καθαρθεὶς, πάντα οἴχεται ἐκεῖνα. ∆ιὰ τοῦτό φησιν, ὅτι Ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Καὶ διὰ τῆς κολάσεως ἐκφοβεῖ. Τί γὰρ τὸ λειπόμενον τῆς χάριτος ἐκπίπτουσιν, ἀλλ' ἢ κόλασις ἀπαραίτητος; Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως, ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Πτοήσας διὰ τῆς κολάσεως, πάλιν ἐπὶ λιμένα παραμυθίας αὐτοὺς ἄγει, λέγων· Οὐδὲν ἐκείνων δεόμεθα τῶν νομίμων, φησίν. Ἀρκεῖ γὰρ ἡ πίστις ἡμῖν Πνεῦμα παρασχεῖν, καὶ δι' αὐτῆς δικαιοσύνην, καὶ πολλὰ μεγάλα ἀγαθὰ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω, φησίν. Ἡ πεισμονὴ, οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. Οὐ διὰ τοῦτο ἐκάλεσεν ὑμᾶς ὁ καλῶν, ὥστε οὕτω σαλεύεσθαι· οὔτε ἐνομοθέτησεν, ὥστε Ἰουδαΐζειν. Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἵνα μή τις λέγῃ, Τί τὸ πρᾶγμα ἐπαίρεις τῷ λόγῳ; μίαν ἐντολὴν μόνην ἐφυλάξαμεν τοῦ νόμου, καὶ τοσαῦτα θορυβεῖς; ἄκουσον πῶς ἐκφοβεῖ διὰ τοῦ παραδείγματος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ ἡ ζύμη μικρά τις οὖσα ὅλον τὸ φύραμα εἰς ἑαυτὴν μετατίθησιν, οὕτω καὶ ὑμᾶς δύναται, φησὶν, τὸ μι 95.812 κρὸν τοῦτο κακὸν μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν. Ἐγὼ δὲ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, ὅτι Οὐ φρονεῖτε, ἀλλ' ὅτι Οὐ φρονήσετε· τουτέστιν, ὅτι ∆ιορθωθήσεσθε. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Εὖ τὸ μηδαμοῦ ὄνομα τῶν ταρασσόντων θεῖναι, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἐπειδὴ διέβαλλον αὐτὸν ὡς πανταχοῦ Ἰουδαΐζοντα, καὶ ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶ ὃ ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν. Οἴδατε, φησὶν, καὶ ὑμεῖς, ὅτι διωγμοῦ μοι πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι τοῦ νόμου. Εἰ δὲ περιτομὴν κηρύσσω, τί διώκομαι; οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν μοι ἔχουσιν οἱ ἐξ Ἰουδαίων, ἢ τοῦτο. Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. Οὕτως ἀνόητός εἰμι, φησὶν, ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι, καὶ σκανδαλίζειν ἑτέρους. Οὔτε γὰρ οὕτως ὁ σταυρὸς ἦν ὁ σκανδαλίζων τοὺς Ἰουδαίους, ὡς τὸ μὴ δεῖν πείθεσθαι τοῖς πατρῴοις νόμοις. Καὶ γὰρ Στέφανον προσενεγκόντες, οὐκ εἶπον ὅτι Οὗτος τὸν ἐσταυρωμένον προσεκύνει, ἀλλ' ὅτι Κατὰ τοῦ νόμου καὶ τοῦ τόπου λέγει τοῦ ἁγίου. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ὑμεῖς γὰρ ἐπ' ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί. Ὃ λέγει, τοιοῦτόν ἐστιν· Οὐδέν μοι μέλει ἐκείνων. Εἰ βούλονται, μὴ περιτεμνέσθωσαν μόνον, ἀλλὰ καὶ ἀποτεμνέσθωσαν. Μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί. Ἀπήλλαξεν ὑμᾶς, φησὶν, ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας, κυρίους ἀφῆκεν πράττειν ὅ τι βούλεσθε, οὐχ ἵνα τῇ ἐξουσίᾳ εἰς κακίαν χρησώμεθα, ἀλλ' ἵνα μείζονος μισθοῦ λάβωμεν πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἰόντες. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον, καὶ οὐ τῆς κατάρας ἀπαλλαγὴν, ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων· Οὐχ ἵνα παρανόμως γένηται ἡ πολιτεία, ἀλλ' ἵνα ὑπὲρ νόμον ἡ φιλοσοφία. Ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμά· καὶ ἐγὼ ταῦτα λέγω, οὐχ ἵνα ταπεινότεροι, ἀλλ' ἵνα ὑψηλότεροι γενώμεθα. Ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. Ὁ 95.813 γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησιόν σου ὡς σεαυτόν. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Λέγω δὲ, Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. ∆είκνυσι τὸν τρόπον δι' οὗ ῥᾳδίως τὸν εὐαγγελικὸν πληρώσωσι νόμον, ἅμα δὲ καὶ πόθεν γέγονεν τῆς περιτομῆς ἡ ἀρχή. Ἐπειδὴ γὰρ ἀλλήλων ἄρχειν βουλόμενοι, ἐσχίσθητε, φησὶ, δουλεύσατε ἀλλήλοις. Οὕτω γὰρ συναχθήσεσθε πάλιν. Λεληθότως δὲ τοῦτο λέγει, καὶ οὐ φανερῶς. Ἡ γὰρ σὰρξ