1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

145

ἀνταπόδοσιν κατασκευάζων, ἐκεῖνο αὐτοὺς τὸ κριτήριον ἵστησιν, ἐν ᾧ πάντως δικαία ἡ ἀνταπόδοσις, εἴτε κακῶν, εἴτε τῶν ἐναντίων. Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ' ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἡ ἀλήθεια, φησὶν, αὕτη, ἣν μαρτυροῦμεν νῦν 95.921 τῇ πίστει ὑμῶν καὶ ὑπομονῇ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πιστευθήσεται. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ὑμῶν. Ἐπειδὴ εἶπε πίστιν εἶναι τὴν περὶ αὐτῶν μαρτυρίαν, καὶ ταῦτα οὖσαν περὶ μεγάλων· Ἐν πίστει γὰρ, φησὶν, καὶ ὑπομονῇ, καὶ διωγμοῖς· ἵνα μὴ ἐκ τούτου ὑπτιωθέντες ἀπολέσωσιν ἃ εἰργάσαντο, τούτου χάριν φησὶν, ὅτι Ἀδιαλείπτως περὶ τούτου προσευχόμεθα, ἐναγωνίους αὐτοὺς ποιῶν. Προσευχόμεθα γὰρ, φησὶν, ἵνα ἀξίους ὑμᾶς τῆς κλήσεως ποιήσῃ. Τοῦτο δέ φησιν, οὐχ ὡς ἀναιρῶν τὸ ἐξ ἡμῶν, ἀλλ' ἵνα μὴ μέγα φρονῶμεν ἐφ' ἑαυτοῖς, ἀλλὰ καὶ εἰς αὐτὰ ταῦτα ἃ ἐργαζόμεθα ἐκ συγγνώμης, συλλήπτορα καλῶμεν Θεὸν, ὡς εἰ θαρσήσωμεν ἐφ' ἑαυτοῖς, ἅπας ἡμῶν εὐθὺς ἀναλυθῇ πόνος. Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθοσύνης. ∆είκνυσιν οὔπω τελειωθέντας αὐτούς. Τότε γὰρ μόνον ἡ τελείωσις, ὅταν ὁ καιρὸς παρέλθῃ τοῦ ἀγῶνος· ἐν ὅσῳ δέ τις ἀγωνίζεται, φοβείσθω μὴ πέσῃ· διὰ τοῦτο γὰρ καὶ εἴρηται· Μὴ μακάριζε πρὸ τοῦ τέλους. Καὶ ἔργον πίστεως ἐν δυνάμει. Ἵνα ἐνδυναμωθῶσιν, ἔργῳ δεῖξαι τὴν πίστιν. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὅμοιον τῷ εἰρημένῳ ὑπὸ τοῦ Κυρίου· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦτο δείκνυσιν ἐκ τῆς χάριτος ἔχοντας τοῦ Θεοῦ τὸ δύνασθαι τοσούτους γενέσθαι ἐν ἔργοις λαμπροῖς. Κἂν γάρ τις ᾖ τέλειος, φησὶν, ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ λειπόμενος σοφίας, εἰς οὐδὲν λογισθήσεται. ΚΕΦΑΛ. Βʹ. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτὸν εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ. Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ, ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός. Ἦλθεν εἰς τὸ προκείμενον. Τοῦτο δέ ἐστι τὸ μὴ ὑπάγεσθαι τῇ τῶν ψευδοδιδασκάλων ἀπάτῃ, λεγόντων ἠγγικέναι τὴν παρουσίαν τοῦ Κυρίου τὴν δευτέραν. Μή τις οὖν ὑμᾶς θορυβείτω, μήτε δοκῶν πνεύματι ἀποκαλύψεως λέγειν, μήτε ἐμὲ τοῦτο εἰρηκέναι προφασιζόμενος. Ἀδύνατον γὰρ τὴν παρουσίαν τὴν δευτέραν ἐλθεῖν μὴ προαποδεδειγμένου τοῦ 95.924 υἱοῦ τῆς ἀπωλείας· λέγει δὲ τὸν Ἀντίχριστον, ὃν καὶ ἐνεργούμενον παρὰ τοῦ Σατανᾶ, φησὶν ἐλεύσεσθαι ἐν πάσῃ πλάνῃ δοκούντων σημείων Οὐ μνημονεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν, καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Προτέρας αὐτοὺς ἀναμιμνήσκει διδασκαλίας περὶ αὐτῶν τούτων πεποιημένης. ∆ιὰ γὰρ τὴν πλάνην τὴν ἐκ τούτων καὶ αὐτὸς ὁ Ἀπόστολος πολλάκις ἐδίδαξε, καὶ ὁ Κύριος πολλάκις ἐν τοῖς Εὐαγγελίοις παρήγγειλεν, Εἴ τις ὑμῖν εἴπῃ, λέγων· Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἰδοὺ ἐκεῖ, μὴ ἐξέλθητε. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Μυστήριον ἀνομίας τὰς τῶν αἱρέσεων διδασκαλίας εἶναί φησι, καὶ τὰ ψευδῆ αὐτῶν δόγματα. Ἐκείνου γὰρ προβαδίζουσιν ὁδοποιοῦντες αὐτῷ, καὶ καιρὸν ἀπάτης παρεχόμενοι· ἐξεληλύθεισαν δὲ ἤδη ἀπὸ τοῦ καιροῦ τῶν ἀποστόλων αἱ αἱρέσεις. Τὰ ὅμοια οὖν καὶ Ἰωάννης φησὶν ὁ εὐαγγελιστὴς, Καθὼς ἠκούσατε, ὅτι Ἀντίχριστος ἔρχεται· καὶ νῦν εἰσὶν ἀντίχριστοι πολλοὶ, περὶ τῶν αἱρετικῶν λέγων. Μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. Τὴν Ῥωμαίων βασιλείαν φησί. Ταύτης γὰρ πληρουμένης, ὁ Ἀντίχριστος ἔρχεται. Ὃν ὁ