1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

32

πολιτείας ὁ Χριστὸς τοὺς παρ' ἑαυτοῦ νόμους εἰσήγαγεν· ὅπερ ὠνείδιζόν τινες· ἀλλ' ἐπὶ διορθώσει βελτίονι. «Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ, τεταγμέναι εἰσίν.» Πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας καὶ λογισμὸς, τὸ παρὰ Θεοῦ ταῦτα διατετάχθαι. Οὐ τοῦτο δὲ λέγει, ὡς πᾶς ἄρχων ὑπὸ Θεοῦ χειροτονεῖται, οὐδὲ περὶ τῶν καθ' ἕκαστον ἀρχόντων ὁ λόγος, ἀλλὰ περὶ τοῦ αὐτοῦ πράγματος. Τὸ γὰρ ἀρχὰς εἶναι, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀνεδὴν ἅπαντα φέρεσθαι ὥσπερ κυμάτων τῇδε κἀκεῖσε τῶν δήμων περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν. ∆ιὰ τοῦτο οὐκ εἶπεν· οὐ γάρ ἐστιν ἄρχων εἰ μὴ ὑπὸ Θεοῦ· ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται λέγων. Οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ. Ὥσπερ γὰρ ὅταν περὶ ἀνδρὸς καὶ γυναικὸς λέγῃ, ὅτι παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρὶ, τοῦτο λέγει, ὅτι τὸν γάμον ὁ Θεὸς ἐποίησεν· οὕτω καὶ ἐνταῦθα περὶ τοῦ καθόλου ἐκληπτέον τὸν λόγον. «Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ, ἀλλὰ τῷ κακῷ. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν· ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Θεοῦ γὰρ διάκονός ἐστι, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. ∆ιὸ ἀνάγκη ὑποτάσσεσθαι.» Ἵνα μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς, καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας ἄρχουσιν ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει. Ὅμοιον δὲ ὡς εἰ λέγοι· ὅτι ὁ μὴ ὑπακούων ἐκείνῳ, τῷ Θεῷ πολεμεῖ τῷ αὐτὸν νομοθετήσαντι· καὶ τοῦτο σπουδάζει πανταχοῦ δεῖξαι, ὅτι οὐ χαριζόμεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ' ὀφείλομεν. Οὕτω γὰρ, κἂν καὶ τοὺς ἄρχοντας τοὺς ἀπίστους μᾶλλον ἐπεσπάσατο πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. «Οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Οὐ μόνον, φησὶν, ἀντίστασαι Θεῷ, μὴ ὑποτασσόμενος, καὶ κακὰ σαυτῷ προξενεῖς, ἀλλὰ καὶ ἐν τοῖς μεγίστοις εὐεργέται σου γίνονται, εἰρήνης ὄντες πρόξενοι καὶ οἰκονομίας πολιτικῆς. «∆ιὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε.» Ἀφεὶς εἰπεῖν τὰς εὐεργεσίας κατὰ μέρος, τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, οἷον τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, ἐξ ἑνὸς 95.548 τούτου τὸ πᾶν ἐνδείκνυται. Ποίου; Ὅτι εὐεργετούμεθα παρ' αὐτῶν, φησίν· σὺ μαρτυρεῖς μισθὸν αὐτῷ τελῶν. «Λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.» Τὸν πόνον αὐτῶν διὰ τούτου δείκνυσι, καὶ τὴν ταλαιπωρίαν τὴν περὶ τὰς φροντίδας. Οὗτος γὰρ αὐτοῖς ὁ βίος, αὕτη ἡ σπουδὴ, ὅπως ἀπολαύσῃς εἰρήνης. «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.» Ἔτι τῶν αὐτῶν ἔχεται, οὐ χρήματα μόνον αὐτοῖς κελεύων τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον. Εἰ δέ τίς φησιν, ὅτι ἀνωτέρω εἶπεν, Θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; γνώτω, ὡς ἕτερον λέγει φόβον, τὸν ἐκ τοῦ πονηροῦ συνειδότος. Εὖ δὲ καὶ τὸ, ἀπόδοτε, ἵνα τὸ ὀφειλόμενον δηλώσῃ. Οὐδὲ γὰρ χαρίζει, φησὶ, τοῦτο ποιῶν· ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα. «Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν.» Πάλιν ἐπὶ τὴν μητέρα τῶν ἀγαθῶν καταφεύγει, καὶ τὴν διδάσκαλον καὶ ποιητικὴν ἀρετῆς ἁπάσης, τὴν ἀγάπην φημί. «Ὁ γὰρ ἀγαπῶν τὸν ἕτεραν, νόμον πεπλήρωκεν. Τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐστὶν ἐντολή.» Μηγάρτοι τοῦτο χάριν εἶναι νομίσῃς, φησίν. Καὶ γὰρ αὐτὸ ὀφειλὴ ἐστίν. «Ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται. Οὐκ εἶπεν, ἁπλῶς, πληροῦται, ἀλλὰ ἀνακεφαλαιοῦται· τουτέστι, συντόμως καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν ἔργον. Καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς ἡ ἀγάπη. «Ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἡ ἀγάπη τοῦ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.» Οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. «Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι