1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

33

ὥρα ἤδη ἡμᾶς ἐξ ὕπνου ἐγερθῆναι.» Ἐπειδὴ πάντα ἅπερ ἐχρῆν ἐπέταξεν, ὠθεῖ πάλιν αὐτοὺς ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν ἀπὸ τοῦ κατεπείγοντος. Ἐπὶ θύραις γὰρ, φησὶν, ὁ τῆς κρίσεως ἕστηκε καιρός. «Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν.» Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ σπουδαιοτέρους εἶναι, ἀκμάζοντος ἐν αὐτοῖς τοῦ πόθου, προελθόντος δὲ τοῦ χρόνου ἀσθενεστέραν γενέσθαι τὴν σπουδήν· φησὶν, ὅτι τὸ ἐναντίον δεῖ ποιεῖν, οὐχὶ ἐκλύεσθαι, προϊόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν. Ὅσῳ γὰρ ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ μᾶλλον δεῖ παρασκευάζεσθαι, ἐπειδὴ καὶ τὰ βραβεῖα ἐγγύς. Ἐπεὶ καὶ οἱ δρομεῖς τοῦτο ποιοῦσιν· 95.549 ὅταν πρὸς τῷ τέλει τῷ δρόμου γίνωνται, καὶ τῇ τοῦ βραβείου λήψει, τότε διανίστανται μειζόνως. «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Οὐκοῦν εἰ αὕτη μὲν τελευτᾷ, ἐκείνη δὲ παραγίνεται, τὰ ἐκείνης πράττωμεν λοιπὸν, μὴ τὰ ταύτης. «Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.» Ἀπαλλαγῶμεν τῶν ὀνειράτων τοῦ παρόντος βίου, φησίν· οὐδὲν γὰρ τῶν ἐν ὀνείροις φαντασμάτων τὰ τῇδε διαφέρουσι πράγματα. «Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατῶμεν.» Οὐκ εἶπε, περιπατεῖτε, ἀλλὰ, περιπατήσωμεν· ὥστε ἀνεπαχθῆ ποιῆσαι καὶ κούφην τὴν ἐπίπληξιν. «Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις.» Οὐ τὸ πίνειν κωλύει, ἀλλὰ τὸ ἀμέτρως· οὐδὲ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μὴ μετὰ παροινίας, οὐδὲ τὸ μίγνυσθαι γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν. «Μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ' ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν.» Οὐδὲν γὰρ οὕτω φιλονεικίαν ἀνάπτει καὶ ὀργὴν ἐκκαίει, ὡς μέθη καὶ παροινία. ∆ιὰ τοῦτο πρότερον εἰπὼν, Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, ἐπήγαγε, μὴ ἔριδι καὶ ζήλῳ. «Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν, οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαῖνον. Ἐπεὶ ὅτι γε προνοεῖν αὐτῆς κελεύει Τιμοθέῳ, φησίν· Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Οὐκοῦν πρὸς ὑγείαν προνόει, φησὶ, μὴ πρὸς ἀσέλγειαν. Οὐδὲ γὰρ εἴη τοῦτο πρόνοια λοιπὸν, ὁπηνίκα τὴν φλόγα ἀνάπτῃς αὐτῆς, καὶ χαλεπὴν τὴν κάμινον ποιῇς.

ΚΕΦΑΛ. Ι∆ʹ. «Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις

διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.» Πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων. ἔτι τῇ τοῦ νόμου κατεχόμενοι συνειδήσει μετὰ τὴν πίστιν, τῶν βρωμάτων ἐφύλαττον τὴν παρατήρησιν, οὔπω θαῤῥοῦντες τέλειον ἀποστῆναι τοῦ νόμου, εἶτα ὥστε μὴ γενέσθαι εὐφώρατοι τῶν χοιρίων ἀπεχόμενοι μόνον, πάντων ἑξῆς ἀπείχοντο κρεῶν, καὶ ἤσθιον λάχανα, ἵνα νηστεία μᾶλλον εἶναι δοκῇ, ἀλλὰ μὴ νόμου παρατήρησις· ἕτεροι δὲ πάλιν ἦσαν τελειότεροι οὐδὲν τοιοῦτο παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες καὶ εἰς 95.552 ἀθυμίαν ἐμβάλλοντες αὐτούς. ∆εδοικὼς τοίνυν ὁ Παῦλος μὴ μικρὸν κατορθῶσαι βουλόμενοι τὸ πᾶν ἀνατρέψωσι, καὶ θέλοντες εἰς τὴν τῶν βρωμάτων αὐτοὺς ἀδιαφορίαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς ἐκπεσεῖν παρασκευάσωσιν, ὅρα τί ποιεῖ. Οὔτε γὰρ ἐτόλμα τοῖς ἐπιτιμῶσιν εἰπεῖν, ὅτι Κακῶς ποιεῖτε ἐπιτιμῶντες, ἵνα μὴ ἐκείνους βεβαιώσῃ ἐν τῷ παρατηρεῖσθαι, οὔτε πάλιν ὅτι καλῶς, ἵνα μὴ σφοδροτέρους αὐτοὺς τῶν μὴ ἐσθιόντων κατηγόρους ἐργάσηται· ἀλλὰ συμμεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν, καὶ δοκεῖ μὲν τοῖς ἰσχυροῖς ἐπιτιμᾷν. Τὸ δὲ ἀκριβὲς εἰς τοὺς ἐσθίοντας τὸ πᾶν ἀποτείνεται τῶν λόγων. Αὕτη γὰρ μάλιστα ἔσται διόρθωσις, ὅταν ὡς πρὸς ἄλλον τείνοντες τὸν λόγον, ἕτερον πλήξωμεν τὸν ἐργαζόμενον τὸ κακὸν, καὶ λανθανόντως τὴν διόρθωσιν ποιησώμεθα. Ὅρα τοίνυν πῶς αὐτὸ συνετῶς ποιεῖ, λέγων, Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει, εὐθέως πρώτην δίδωσι πληγήν· εἰπὼν γὰρ τὸν ἀσθενοῦντα, ἔδειξεν ἄῤῥωστον. Εἶτα