1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

12

ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ, ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.» Εἰ ἁμαρτία, φησὶ, τοσοῦτον ἴσχυσεν, καὶ ἁμαρτία ἀνθρώπου ἑνός· πῶς οὐχὶ μᾶλλον περισσεύσει μειζόνως χάρις Θεοῦ; Καὶ χάρις, καὶ οὐ Πατρὸς μόνον, ἀλλὰ καὶ Υἱοῦ. Πολλῷ γὰρ τοῦτο εὐλογώτερον. 95.480 «Καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.» ∆είξας ὅτι εὔλογον, δείκνυσιν, ὅτι καὶ ἀναγκαῖον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Τὸν μὲν θάνατον καὶ τὸ κατάκριμα μία ἴσχυσεν ἁμαρτία εἰσενεγκεῖν· ἡ δὲ χάρις οὐ τὴν μίαν ἐκείνην ἀνεῖλεν ἁμαρτίαν μόνον, ἀλλὰ καὶ τὰς δι' ἐκείνην ἐπελθούσας. Ἵνα γὰρ μὴ τὸ ὡς οὕτως ἀκούων, ὅμοιον νομίσῃς τῷ κατακρίματι τὸ χάρισμα· μηδὲ πάλιν τὸν Ἀδὰμ, ἀκούων ἐκείνην ἀνῃρῆσθαι μόνον τὴν ἁμαρτίαν νομίσῃς, ἣν ἐκεῖνος εἰσήνεγκεν, ἀλλὰ καὶ πάσας τὰς λοιπὰς, διδάσκει λέγων· Τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. «Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» Ἀποφηνάμενος, ὅτι οὐ τοσοῦτον ὠφέλησεν μόνον Χριστὸς, ὅσον ἔβλαψεν ὁ Ἀδὰμ, ἀλλὰ πολλῷ πλέον καὶ μείζονα, ἀναγκαίως τοῦ λόγου ἐπάγει τὴν κατασκευήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τί τὸν θάνατον ὥπλισε; Τὸ φαγεῖν ἀπὸ τοῦ ξύλου μόνον τὸν ἕνα ἄνθρωπον. Εἰ οὖν ὁ θάνατος τοσαύτην ἔλαβεν ἰσχὺν ἐξ ἑνὸς παραπτώματος, ὅταν εὑρεθῶσί τινες πολλῷ μείζονα τῆς ἁμαρτίας ἐκείνης λαβόντες χάριν καὶ δικαιοσύνην, πῶς δυνήσονται εἶναι λοιπὸν ὑπεύθυνοι τῷ θανάτῳ; Καὶ διὰ τοῦτο οὐκ εἶπεν, χάριν, ἀλλὰ περισσείαν χάριτος. Οὐ γὰρ ὅσον ἐχρῄζομεν εἰς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν, τοσοῦτον ἐλάβομεν μόνον ἐκ τῆς χάριτος, ἀλλὰ καὶ πολλῷ πλέον· καὶ γὰρ καὶ κολάσεως ἀπηλλάγημεν, καὶ κακίαν ἀπεδυσάμεθα πᾶσαν, καὶ ἀνεγεννήθημεν ἄνωθεν, καὶ ἀνέστημεν, τοῦ παλαιοῦ ταφέντος ἀνθρώπου, καὶ ἐλυτρώθημεν καὶ ὑγιάσθημεν, καὶ εἰς υἱοθεσίαν ἀνήχθημεν, καὶ ἐδικαιώθημεν, καὶ ἐγενόμεθα ἀδελφοὶ τοῦ Μονογενοῦς, καὶ συγκληρονόμοι, καὶ συμμέτοχοι αὐτοῦ κατέστημεν· καὶ σὰρξ αὐτοῦ ἐσμεν, καὶ ὥσπερ σῶμα κεφαλῇ, οὕτως ἡνώμεθα τῷ Χριστῷ. Καὶ ταῦτα πάντα περισσείαν χάριτος ἐκάλεσεν ὁ Παῦλος, δεικνὺς ὅτι οὐ φάρμακον μόνον ἐλάβομεν ἀντίῤῥοπον τοῦ πράγματος, ἀλλὰ καὶ ἰατρείαν καὶ εὐμορφίαν καὶ τιμὴν, καὶ δόξαν καὶ ἀδοξίαν πολὺ τὴν ἡμετέραν ὑπερβαίνοντα φύσιν. ∆ιὰ τί ποτὲ εἰς πάντας ἀνθρώπους, ποτὲ δὲ οἱ πολλοί; Ἐπειδὴ ὁ μὲν κοινὸς θάνατος κατὰ πᾶν ἐκράτησεν, ὁ δὲ κατὰ προαίρεσιν εἰς πολλούς. Ἀμ 95.481 φοτέροις ἀντέθηκεν τὴν διὰ τοῦ Χριστοῦ γενομένην ἀναλογίαν. «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί.» Πάλιν τῷ προτέρῳ κέχρηται λογισμῷ, ἐπισφίγγων αὐτὸν τῇ ἐπαναλήψει. «Οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Πάλιν ἐπαγωνίζεται ἐπεξερχόμενος ταῖς κατασκευαῖς. Ταῦτα δὲ πάντα, φησὶν, διὰ τὸ λέγειν Ἰουδαίους, μὴ δύνασθαι τὸν Χριστοῦ θάνατον δικαιῶσαι τὴν οἰκουμένην. Τὸ δὲ, ἁμαρτωλοὶ κατεστάθησαν πολλοὶ, ἀντὶ τοῦ, ὑπεύθυνοι τῷ διὰ τὴν ἁμαρτίαν θανάτῳ, λέγει. «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.» ∆είξας ἀπὸ μὲν τοῦ Ἀδὰμ καταδικασθεῖσαν τὴν οἰκουμένην, ἀπὸ δὲ τοῦ Χριστοῦ δικαιωθεῖσαν καὶ σωθεῖσαν ἐκ τῆς καταδίκης, εὐκαίρως καὶ περὶ τοῦ νόμου ζητεῖ τὴν περὶ αὐτοῦ δόξαν ὑποτεμνόμενος. Λέγει οὖν ὡς οὐ μόνον οὐκ ὠφέλησεν οὐδὲν, ἀλλὰ καὶ ηὐξήθη τὸ νόσημα παρεισελθόντος αὐτοῦ· τὸ δὲ, ἵνα πλεονάσῃ, οὐκ αἰτιολόγον ἐστὶν, ἀλλὰ ἀπὸ τῆς ἐκβάσεως εἰλημμένον. Οὐ γὰρ διὰ τοῦτο ἐδόθη ὁ νόμος ἵνα πλεονάσῃ ἡ ἁμαρτία· ἀλλ' ἐδόθη μὲν, ὥστε μειῶσαι τὸ παράπτωμα. Ἐξέβη δὲ εἰς τοὐναντίον, οὐ παρὰ τὴν