1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

56

ἀκροβυστίᾳ τις κέκληται; μὴ περιτεμνέσθω. Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Ἕκαστος ἐν τῇ κλήσει ἐν ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. ∆οῦλος ἐκλήθης; μή σοι μελέτω.» Ταῦτα, φησὶν, εἰς τὴν πίστιν οὐδὲν συντελεῖ, μὴ τοίνυν φιλονείκει, μηδὲ θορυβοῦ. Ἡ γὰρ πίστις πάντα ἐξέβαλε ταῦτα. Τὸ δὲ, μὴ ἐπισπάσθω, ἀντὶ τοῦ, μὴ ἐκ περιτομῆς ἀκροβυστίαν ποιείτω. Ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.» Τουτέστι, μᾶλλον δούλευε. Καὶ τί δήποτε τὸν δυνάμενον ἐλευθερωθῆναι, κελεύει μεῖναι δοῦλον; 95.625 θέλων δεῖξαι, ὅτι οὐδὲν βλάπτει ἡ δουλεία, ἀλλὰ καὶ ὠφελεῖ. «Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν. Ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι Χριστοῦ.» Ὅρα πῶς παρεμυθήσατο τὴν δουλείαν· τὸν μὲν καλούμενον δοῦλον, ἀπελεύθερον εἶναι Χριστοῦ· τὸν δὲ καλούμενον ἐλεύθερον, δοῦλον λέγων Χριστοῦ. Πλέον τι τῷ δούλῳ ἐν τῷ λόγῳ διδοὺς, εἰ καὶ μὴ ἴσοι ἀμφότεροι κατὰ τὸν τῆς κλήσεως λόγον. «Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω παρὰ Θεῷ. Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. ∆έδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Ἐὰν δὲ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Ἐγὼ δὲ ὑμῶν φείδομαι. Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν· καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ. Ὁ δὲ γαμήσας, μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ κόσμῳ· μεμέρισται. Καὶ ἡ γυνὴ ἡ παρθένος, ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Ἡ δὲ γαμήσασα, μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει, ποιείτω. Οὐχ ἁμαρτάνει· γαμείτωσαν. Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ· ὥστε ὁ ἐγγαμίζων, καλῶς ποιεῖ· ὃ δὲ μὴ ἐγγαμίζων, κρεῖσσον ποιεῖ· γυνὴ δέδεται νόμῳ ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.» Οὗτος ὁ λόγος οὐ πρὸς οἰκέτας μόνον, ἀλλὰ καὶ πρὸς ἐλευθέρους εἴρηται. Ἔστι γὰρ καὶ δοῦλον ὄντα μὴ εἶναι δοῦλον, καὶ ἐλεύθερον ὄντα δοῦλον εἶναι. Πῶς δὲ ὁ δοῦλος, οὐκ ἔσται δοῦλος; ἀλλ' ἢ ὅταν διὰ τὸν Θεὸν πάντα ποιῇ, καὶ μηδὲν κατ' ὀφθαλμοδουλίαν πράττῃ. Πάλιν δὲ ὁ ἐλεύθερος οὐκ 95.628 ἔσται ἐλεύθερος ὅταν διακονῆται ἀνθρώποις, καὶ πάντα ποιῇ κατὰ τὸ ἐκείνοις ἀρέσκον.

ΚΕΦΑΛ. Ηʹ. «Περὶ δὲ τῶν εἰδωλοθύτων.» Πολλοὶ παρὰ τοῖς Κορινθίοις μαθόντες, ὅτι οὐ

τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα· καὶ ὅτι τὰ εἴδωλα, ξύλα καὶ λίθοι καὶ δαίμονες, καὶ οὔτε βλάψαι, οὔτε ὠφελῆσαι δυνάμενα, ἀμέτρῳ τῇ τελειότητι τῆς γνώσεως ταύτης ἐκέχρηντο, καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν αὐτῶν βλάβην· καὶ γὰρ εἰς εἰδώλεια εἰσῄεσαν, καὶ τῶν τραπεζῶν αὐτῶν μετεῖχον, καὶ