1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

58

οὐκ ἐν πᾶσιν ἡ γνῶσις.» Ἐπὶ τοῦ Χριστοῦ πάλιν καὶ τοῦτο νοητέον. ∆ι' 95.632 αὐτοῦ γὰρ καὶ ἐκ τοῦ μὴ ὄντος παρήχθη τὸ τῶν ἀνθρώπων γένος, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθε· ὥστε τὸ, ἐξ οὗ, τοῦτο οὐκ ἔστι χωρὶς τοῦ Χριστοῦ. Ἐξ αὐτοῦ γὰρ διὰ τοῦ Χριστοῦ ἐδημιουργήθημεν. Οὐ μὴν οὐδὲ τὰ ὀνόματα ὡς ἀποκεκληρωμένα διεῖλεν, τῷ μὲν Υἱῷ τὸ Κύριος, τῷ δὲ Πατρὶ τὸ Θεὸς προσνείμας. Οἶδεν γὰρ αὐτὰ καὶ ἐναλλάττειν ἡ Γραφὴ πολλάκις, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Καὶ πάλιν· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Καί· Ἐξ οὗ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Καὶ πολλαχοῦ ἂν ἴδοις ταῦτα μεταβαίνοντα τὰ ὀνόματα. Εἰ δέ τινες λέγοιεν, Τίνος ἕνεκεν Πνεύματος οὐκ ἐμνημόνευσεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐτῷ, καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολλῶν· διὸ καὶ Θεὸν τὸν Πατέρα εἰπὼν, Κύριον τὸν Υἱὸν ἐκάλεσεν. Εἰ τοίνυν τὸν Πατέρα οὐκ ἐτόλμησε καλέσαι Κύριον νῦν μετὰ τοῦ Υἱοῦ, ἵνα μὴ δύο παρ' ἐκείνοις ὑποπτεύηται λέγειν κυρίους· οὐδὲ τὸν Υἱὸν Θεὸν μετὰ τοῦ Πατρὸς, ἵνα μὴ δύο λέγειν νομίζηται θεοὺς, τί θαυμάζεις, εἰ τοῦ Πνεύματος οὐκ ἐμνημόνευσε; πρὸς γὰρ ἐκείνους ἦν τέως αὐτῷ ὁ ἀγὼν, καὶ τὸ δεῖξαι ὅτι οὐκ ἔστι πολυθεία παρ' ἡμῖν. ∆ιὸ τὸ εἷς συνεχῶς κατέχει λέγων· Οὐδεὶς Θεὸς εἰ μὴ εἷς. Καὶ πάλιν· Ἡμῖν εἷς Θεὸς, καὶ εἷς Κύριος. Ὅθεν δῆλον ὅτι φειδόμενος τῆς ἀσθενείας τῶν ἀκουόντων, ταύτῃ ἐχρήσατο τῇ διασκευῇ «Τινὲς δὲ τῇ συνηθείᾳ τοῦ εἰδώλου.» Οὔτε ἐκκαλύπτει αὐτοὺς σαφῶς, ἵνα μὴ πλήξῃ, οὔτε παρατρέχει καθόλου, ἀλλ' ἀορίστως αὐτῶν μέμνηται. «Ἕως ἄρτι ὡς εἰδωλόθυτα ἐσθίουσιν.» Μετὰ τοσαύτης διανοίας μεθ' ἧς τὸ πρότερον. «Καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.» Οὐδέπω δυναμένη καταφρονῆσαι, οὐδὲ καθάπαξ αὐτῶν καταγελᾶσαι, ἀλλ' ὥσπερ διακρινομένη. Οὐδαμοῦ δὲ περὶ τὴν φύσιν τοῦ πράγματος τὸν λόγον ἵστησιν, ἀλλὰ ἄνω καὶ κάτω περὶ τὸ συνειδὸς τοῦ μεταλαβόντος στρέφεται. ∆έδοικε γὰρ μὴ θέλων διορθῶσαι τὸν ἀσθενῆ, πλήξῃ τὸν ἰσχυρὸν, καὶ ἀσθενῆ καὶ τοῦτον ἐργάσηται. «Βρῶμα δὲ ὑμᾶς οὐ παραστήσει τῷ Θεῷ.» Ὅρα πῶς πάλιν αὐτῶν καθεῖλεν τὸ φρόνημα· λέγων, ὅτι εἰ καὶ μηδεὶς ἐβλάπτετο, μηδὲ ἡ τοῦ πλησίον προσῆν διαστροφὴ, οὐδὲ οὕτως ἔδει τοῦτο ποιεῖν· ματαιοπονεῖν γὰρ τοῦτό ἐστιν· ὁ γὰρ ἀκούσας ὅτι βλάπτεται μὲν ἕτερος, αὐτὸς δὲ ἔχει τι κέρδος, οὐ σφόδρα ἀφίσταται, ἀλλὰ τότε μᾶλλον, ὅταν μάθῃ ὅτι αὐτὸς οὐδὲν ὠφελεῖται ἐκ τοῦ πράγματος. ∆ιὰ τοῦτό φησιν· Βρῶμα ὑμᾶς οὐ παραστήσει τῷ Θεῷ. «Οὔτε γὰρ, ἐὰν φάγωμεν, ὑστερούμεθα.» 95.633 Τουτέστιν, οὐκ ἔλαττόν τι ἔχομεν. «Οὔτε ἐὰν μὴ φάγωμεν, περισσεύομεν.» Τουτέστιν, οὐκ εὐδοκιμοῦμεν παρὰ τῷ Θεῷ, ὡς ἀγαθόν τι ποιήσαντες καὶ μέγα. «Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.» Οὐκ εἶπεν, ἡ γνῶσις ὑμῶν, οὐδὲ, ἡ τελείωσις ὑμῶν, ἀλλ', ἡ ἐξουσία, ὅπερ προπετείας εἶναι μᾶλλον καὶ αὐθαδείας εἶναι δοκεῖ. Καὶ οὐκ εἶπεν, τοῖς ἀδελφοῖς, ἀλλὰ τοῖς ἀσθενέσι, τῶν ἀδελφῶν αὔξων τὴν κατηγορίαν· ὅτι οὐδὲ ἀσθενούντων φείδονται, καὶ τοῦτο ἀδελφῶν. «Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ εἰδωλόθυτα ἐσθίειν;» Τουτέστι τὸν τέλειον. «Καὶ ἀπόλλυται οὖν ὁ ἀσθενῶν ἀδελφὸς ἐν τῇ γνώσει σου, δι' ὃν Χριστὸς ἀπέθανεν.» Τέσσαρα τίθησιν ἐγκλήματα καὶ σφοδρὰ μέγιστα, ὅτι καὶ ἀσθενῶν, καὶ ἀδελφὸς, καὶ οὗ τοσοῦτον ὁ Χριστὸς ἐποιήσατο λόγον, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, καὶ ὅτι μετὰ ταῦτα πάντα διὰ βρῶμα ἀπόλλυται. «Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.» Ὅρα πῶς κατὰ μικρὸν εἰς αὐτὴν τῆς παρανομίας τὴν κορυφὴν τὸ ἁμάρτημα ἀνήγαγεν. Καὶ πάλιν τῆς ἀσθενείας ἐμνημόνευσεν τῆς ἐκείνων, ἵνα ὅπερ ἐνόμιζον οἱ ἐσθίοντες ὑπὲρ αὐτῶν εἶναι, τοῦτο πανταχοῦ εἰς τὴν ἑαυτῶν εὕρωσιν περιτρεπόμενον κεφαλήν. Πῶς δὲ εἰς Χριστὸν ἁμαρτάνουσιν; Ἑνὶ μὲν τρόπῳ, ὅτι τὰ τῶν οἰκετῶν αὐτὸς οἰκειοῦται. ∆ευτέρῳ δὲ, ὅτι εἰς τὸ σῶμα αὐτοῦ