1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

47

λέγει τοιοῦτόν ἐστι· εἴ τις κακὸν βίον ἔχει μετὰ πίστεως ὀρθῆς, προσέσεται αὐτοῦ ἡ πίστις εἰς τὸ μὴ κολάζεσθαι, τοῦ ἔργου κατακαιομένου. Τὸ δὲ κατακαήσεται, τουτέστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύμην, ἀλλ' ὥσπερ εἴ τις χρυσᾶ ὅπλα ἔχων διέλθῃ ποταμὸν πυρὸς, φαιδρότερον διαβαίνει. Εἰ δὲ χόρτον 95.596 ἔχων διέλθῃ, οὐ μόνον οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ ἀπόλλυσιν, οὕτω καὶ ἐπὶ τῶν ἔργων ἐστίν. «Αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Οὐχὶ καὶ αὐτὸς οὕτως ἀπολεῖται, ὡς τὰ ἔργα εἰς τὸ μηδὲν χωρῶν, ἀλλὰ μένει ἐν πυρί. Σωτηρίαν οὖν τὸ πρᾶγμα καλεῖ· ∆ιὰ γὰρ τοῦτο προσέθηκεν, ὡς διὰ πυρός. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ἐν τῷ πυρὶ σώζεται, τῶν μὴ κατακαιομένων καὶ κατατεφρουμένων εὐθέως ὑλῶν. Ὅμοιον οὖν ὡσεὶ λέγοι· Μὴ, ἐπειδὴ πῦρ [φησὶν] ἤκουσας, νομίσῃς εἰς ἀνυπαρξίαν χωρεῖν τοὺς καιομένους. Μὴ θαυμάσῃς δὲ εἰ καὶ αὐτὴν τὴν τιμωρίαν καλεῖ. Ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν κακεμφάτων καλοῖς ὀνόμασι χρήσασθαι, οἷον, Ἐβασίλευσεν ἡ ἁμαρτία· καίτοι τὸ τῆς βασιλείας ὄνομα εὔφημόν ἐστιν· οὕτω καὶ ἐνταῦθα εἰπὼν, σωθήσεται, οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ᾐνίξατο· ὡσανεὶ ἔλεγεν, αὐτὸς δὲ μενεῖ διηνεκῶς κολαζόμενος. «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός.» Φοβήσας ἀπὸ τῆς μελλούσης ἡμέρας, καὶ ἀπὸ τῆς παρούσης φοβεῖ. Καθάπτεται γὰρ λοιπὸν καὶ αὐτοῦ τοῦ πεπορνευκότος· σαφῶς μὲν οὐδέπω, ἀορίστως δὲ αἰνιττόμενος τὸν διεφθαρμένον αὐτοῦ βίον, καὶ ἐπαίρων τὸ ἁμάρτημα, ἀπὸ τῆς ἤδη δοθείσης αὐτῷ δωρεᾶς. Τὸ δὲ, φθερεῖ τοῦτον ὁ Θεὸς, οὐ καταρωμένου ἐστὶν, ἀλλὰ προφητεύοντος. «Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Ὁ δὲ πόρνος βέβηλος. Ἵνα δὲ μὴ δόξῃ πρὸς ἐκεῖνον ἀποτείνεσθαι, ἐπήγαγεν, οἵτινές ἐστε ὑμεῖς.» «Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ» Παρεμβαλὼν ὀλίγα πρὸς τὸν πεπορνευκότα, λόγου ἐπείγεται πάλιν ἐπὶ τὴν μάχην τῆς σοφίας τῆς ἔξωθεν. «Μωρὸς γενέσθω, ἵνα γένηται σοφός.» Ὥσπερ νεκρὸν τῷ κόσμῳ κελεύει γενέσθαι. Εἰ γὰρ νεκρότης αὕτη οὐδὲν παραβλάπτει, ἀλλὰ καὶ ὠφελεῖ, ζωῆς αἰτία γινομένη, οὕτω καὶ μωρὸν κελεύει τῷ αἰῶνι τούτῳ γενέσθαι, σοφίαν ἡμῖν ἐντεῦθεν τὴν ἀληθῆ προξενῶν· μωρὸς δὲ τῷ κόσμῳ γίνεται, ὁ τὴν ἔξω σοφίαν ἀτιμάζων, καὶ πεπεισμένος μηδὲν ἑαυτῷ συντελεῖν πρὸς τὴν τῆς ἀληθείας κατάληψιν, καὶ ὥσπερ ἡ πενία ἡ κατὰ Θεὸν, πλούτου αἰτία, καὶ ἡ ταπείνωσις, ὕψους, οὕτω καὶ τὸ μωρὸν γενέσθαι, σοφώτερον πάντων ποιεῖ. «Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν.» Οὐ γὰρ μόνον οὐδὲν συντελεῖ, ἀλλὰ καὶ ἐμποδίζει. ∆εῖ τοίνυν αὐτῆς ἀποστῆναι, ἅτε βλαπτούσης. 95.597 «Γέγραπται γάρ· Ὁ δραττόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.» Οὐ ταῖς οἰκείαις μόνον ἀρκεῖται κατασκευαῖς, ἀλλὰ καὶ μαρτυρίαν ἐπάγει· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ τῇ σοφίᾳ, φησὶν, ἀπεχρήσαντο εἰς τὸ μὴ δεηθῆναι Θεοῦ, δι' αὐτῆς ταύτης ἤλεγξεν αὐτοὺς, ὅτι μάλιστα δέονται Θεοῦ. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι μωροὶ γενόμενοι δι' αὐτῆς, εἰκότως δι' αὐτῆς ἑάλωσαν. Οἱ γὰρ νομίζοντες μὴ δεῖσθαι Θεοῦ, εἰς τοσαύτην κατέστησαν χρείαν, ὡς ἁλιέων καὶ ἀγραμμάτων ἐλάττους φανῆναι λοιπόν. «Καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.» «Ὅταν οὖν, φησὶν, ὁ μόνος σοφὸς Θεὸς τοιαῦτα περὶ αὐτῶν ψηφίζεται καὶ ἀποφαίνεται, ποίαν ἑτέραν ζητεῖς ἀπόδειξιν τῆς ἐσχάτης αὐτῶν ἀνοίας; «Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις.» Τιμωρία, φησὶν, ἡ ἔξωθεν ἀποδέδεικται σοφία· τί ὡς ἐπὶ σοφοῖς τοῖς διδασκάλοις φρονεῖτε μέγα; «Πάντα γὰρ ὑμῶν ἐστιν· εἴτε Παῦλος, εἴτε Ἀπολλῶς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα.» Ἐπαίρει τὴν τάξιν τῶν μαθητῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ τέκνα γεγόνατε τοῦ Χριστοῦ, κατὰ τὸ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, παρ' αὐτοῦ λεγόμενον τοῦ Χριστοῦ, τούτου πάντα ὑμῖν δέδοται, φησί. Κἂν γὰρ διδασκάλους εἴπῃς, κἂν τὸν δεῖνα καὶ τὸν δεῖνα, κἂν τοὺς πρώτους τῶν ἀποστόλων, κἂν τὸν