1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

101

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ

Χριστοῦ, καὶ Θεοῦ Πατρός. Οἱ ἐξ Ἰουδαίων πιστεύσαντες, ὁμοῦ μὲν τῇ προλήψει τοῦ Ἰουδαϊσμοῦ κατεχόμενοι, ὁμοῦ δὲ κενοδοξίᾳ μεθύοντες, καὶ βουλόμενοι διδασκάλων ἀξιώ 95.777 ματα ἑαυτοῖς περιθεῖναι, ἐλθόντες εἰς τὸ Γαλατῶν ἔθνος, ἐδίδασκον ὅτι δεῖ περιτέμνεσθαι, καὶ Σάββατα, καὶ Νεομηνίας τηρεῖν, καὶ μὴ ἀνέχεσθαι Παύλου ταῦτα ἀναιροῦντος. Οἱ γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην, φησὶν, ταῦτα οὐ κωλύουσιν, οἱ πρῶτοι τῶν ἀποστόλων. Οὗτος μὲν γὰρ χθὲς καὶ σήμερον ἐφάνη, ἐκεῖνοι δὲ πρῶτοι, οἱ περὶ Πέτρον· καὶ οὗτος μὲν μαθητὴς τῶν ἀποστόλων, ἐκεῖνοι δὲ τοῦ Χριστοῦ· καὶ οὗτος μόνος, ἐκεῖνοι δὲ πολλοὶ, καὶ στύλοι τῆς Ἐκκλησίας. Ἐπεὶ οὖν ἔμπροσθεν εἶδεν ἔθνος ὁλόκληρον, καὶ πυρὰν ἐκ τῆς Γαλατῶν ἀναφθεῖσαν Ἐκκλησίας, γράφει τὴν ἐπιστολὴν πρὸς ἅπαντα ταῦτα ἀπολογούμενος, καὶ ἐκ προοιμίων εὐθέως πρὸς ἐκεῖνο ἀνατείνεται, ὃ διορύττοντες αὐτοῦ τὴν ὑπόληψιν ἔλεγον, ὅτι οἱ μὲν ἄλλοι τοῦ Χριστοῦ, οὗτος δὲ τῶν ἀποστόλων γέγονεν μαθητής. Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. ∆ιὰ τί οὐκ ἀπὸ τῶν θεοπρεπῶν ἤρξατο, ἀλλ' ἀπ' αὐτοῦ τοῦ πάθους; Ὅτι ἐπειδὴ ὡς μέλλοντες τιμωρεῖσθαι, εἰ ἀποσταῖεν τοῦ νόμου, ἐστασίαζον πρὸς αὐτὸν, διὰ τοῦτο πράγματος μέμνηται δι' οὗ πᾶσαν ἐκβάλλει τοῦ νόμου τὴν χρείαν. Λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως αἰτίαν γενομένην ἅπασι σωτηρίας. Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί. Πρὸς ἐκεῖνο πάλιν ἀποτείνεται, τὸ λέγειν ἐκείνους, ὅτι ὁ μὲν Παῦλος εἷς, οἱ δὲ ἀπόστολοι, πολλοί· διὸ πλῆθος ἐπεισήγαγε σὺν αὐτῷ, καὶ οὐχ ὥσπερ ἐν ἑτέραις, ἢ Παῦλος μόνον, ἢ Παῦλος καὶ Τιμόθεος, ἢ καὶ Σιλουανός. Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. ∆είκνυσι τὸ ἀναγκαῖον τῆς ἐπιστολῆς, ὅτι οὐ μία κινδυνεύουσα Ἐκκλησία ἤγειρεν αὐτοῦ τὴν τοσαύτην σπουδὴν, ἀλλὰ πλῆθος Ἐκκλησιῶν. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς κα Κυρίου Ἰησοῦ Χριστοῦ. Πανταχοῦ μὲν τοῦτο τίθησι, μάλιστα δὲ Γαλάταις ἐπιστέλλων νῦν, ἐπειδὴ τῆς χάριτος ἐκινδύνευον ἐκπεσεῖν, τὸ πάλιν ἐλθεῖν περιτέμνεσθαι. Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Μυρίοις, φησὶν, περιεπάρημεν κακοῖς, καὶ τῆς ἐσχάτης ἦμεν ὑπεύθυνοι κολάσεως· καὶ ὁ μὲν νόμος οὐ μόνον οὐ κατήλλαξεν, ἀλλὰ καὶ κατεδίκασεν, τὸ μὲν ἁμάρτημα φανερὸν καθιστὰς, ἐλευθερῶσαι δὲ οὐκ ἰσχύων, οὐδὲ παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν. Ὁ δὲ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸ ἀδύνατον δυνατὸν ἐποίησε, τὰς ἁμαρτίας λύσας, καὶ τοὺς ἐχθροὺς ἐν τάξει φίλων καταστήσας. Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος πονηροῦ. Οὐ τὸν χρόνον εἶπεν, ἀλλὰ τὴν παροῦσαν ζωὴν πονηρὰν ἐκάλεσε. 95.780 Τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν. Γὰς πράξεις λέγει τὰς πονηρὰς, τὴν προαίρεσιν τὴν διεστραμμένην. Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ. Τοῦτό μοι, φησὶ, τὴν πολλὴν ἔκπληξιν ἤγειρεν, ὅτι οἱ οὕτως τὸ τῆς χάριτος διδαχθέντες μυστήριον, ὡς δύνασθαι καὶ ἑτέρων διδάσκαλοι γίνεσθαι, οὗτοι εὐχερῶς οὕτως τοῖς ἀπατῶσι πείθονται. Εἰς ἕτερον Εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο. Ὡς γὰρ ὁ Πέτρος φησὶν, ὅτι Οὐκ ἔστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Εὖ τὸ, ταράσσοντες, οὐ διδάσκοντες, οὐδὲ πείθοντες· ἵνα δείξῃ ἀπάτης μόνης τὸ πρᾶγμα ὄν. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ