1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

120

κατὰ πνεῦμα, μὴ φυλαττομένου καὶ τοῦ κατὰ σῶμα, κατ' ὀλίγον ἀμαυροῦται. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, καὶ ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. Ἐκ πάντων ἕνωσιν εἰσηγεῖται. Εἷς Κύριος οὖν, ὃν ἐπικαλούμεθα· μία πίστις, δι' ἧς εἰσήχθημεν· ἓν βάπτισμα, δι' οὗ ἐκαθαρίσθημεν. Εἷς ὁ ἐπὶ πάντων Πατὴρ, ὃς καὶ διὰ πάντων διὰ τὸν ἐξ αὐτοῦ Λόγον, καὶ ἐν πᾶσι διὰ τοῦ αὐτοῦ Πνεύματος. Τῆς δὲ θείας ἑνότητος τὴν ὁμοίωσιν ἐν ἡμῖν καταυγάζεσθαι βουλόμενος, τὰ τῆς Τριάδος ἰδιώματα ἐν ἑνὶ τῷ Θεῷ ἐκήρυξεν. 95.841 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. ∆ιὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν. Εἰ καὶ διάφορα, φησὶ, τὰ χαρίσματα, μετρουμένης τῆς χάριτος πρὸς τὴν ἑκάστου δύναμίν τε καὶ πρόθεσιν, ἀλλ' ὅμως μὴ μεριζέσθω τὰ τῆς ἑνότητος. Καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. ∆ηλοῖ, φησὶ, καὶ ὁ ψαλμῳδὸς τὸ πλῆθος τῶν δομάτων, τῶν μετὰ τὴν ἄνοδον τοῦ Σωτῆρος δὲ δομένων, ὅτε τοὺς αἰχμαλωτισθέντας ὑπὸ τοῦ θανάτου, ἀντηχμαλώτευσε διὰ τῆς ἰδίας ζωῆς τε καὶ ἀναβιώσεως. ∆έδωκε δὲ εἰπὼν, ἀντὶ τοῦ εἰρημένου ἐν τῷ ψαλμῷ, ἔλαβε, δείκνυσιν ὅτι τὰ ἐπὶ Χριστοῦ σαρκικῶς λεγόμενα οὐκ ἀναιρετικὰ τῶν πνευματικῶν καὶ θείων ἐστὶν, οὐδὲ ὅτι τὸ, ἔλαβε, τὸ ἀνθρωπίνως λεγόμενον, ἀναιρεῖ τὸ, ἔδωκε, τὸ θεϊκῶς. Τὸ δὲ ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ἀναβῆναι, φησὶν, οὐκ ἔστι Θεὸν, τὸν μὴ καταβάντα, καὶ δῆλον ὅτι ἐκεῖ ἡ ἀνάβασις, ὅθεν ἡ κατάβασις. Ἐπεὶ τοίνυν ἐξ οὐρανοῦ καταβέβηκεν, ἀναβαίνει ὑπεράνω πάντων οὐρανῶν· καταβὰς, οὐ μόνον εἰς γῆν, ἀλλὰ καὶ ὑπὸ γῆν. Καταβὰς δὲ διὰ τοῦτο, ἵνα πάντα ᾖ πεπληρωμένα θεότητος. Καὶ αὐτὸς ἔδωκε, τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας ἐπ' οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα· ὅς ἐστιν ἡ κεφαλὴ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας κατὰ ἐνέργειαν, ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Ὃς μὲν ἀποστολικὴν ἔλαβε χάριν, φησὶν, καὶ ἐξαγγέλλει τὴν ἀπόκρυφον σοφίαν τῆς οἰκονομίας· ὃς δὲ προφητικὴν ὑπουργίαν ὑπουργεῖ, εἰς ἔνδειξιν τῆς ἐν ἡμῖν ἐκ πνεύματος προγνώσεως. Ἄλλος δὲ Εὐαγγελισμὸν ποιεῖται, διὰ λόγων ἢ γραμμάτων, ὡς Φίλιππος μὲν διὰ λόγων, οἱ δὲ γράψαντες τὰ Εὐαγγέλια, διὰ γραμμάτων· ὃς δὲ Ἐκκλησίαν ἐγχειρισθεὶς ποιμαίνειν. Πάντα οὖν τὰ χαρίσματα, φησὶ, πρὸς τὸ τοὺς ἁγιασθέντας ἐν πίστει καταρτίζεσθαι πρὸς τελείωσιν, διακονούντων εἰς τὸ κοινὸν τῶν τὰ 95.844 χαρίσματα εἰληφότων. Ἀναγκαία δὲ ἡ τῶν χαρισμάτων ἐνέργεια, μέχρις ἂν οἱ νῦν νήπιοι τέλειοι γένωνται κατὰ τὴν πνευματικὴν τελείωσιν τὴν ἐν ὁμοιώσει Χριστοῦ, καὶ μηκέτι νήπιός τις ᾖ, πολλὰς δεχόμενος τροπὰς ἐκ τῶν διαφόρων λόγων τῶν ἐν πανουργίᾳ προσαγομένων, καὶ πλανώντων, ἀλλὰ ὥσπερ ἐν σώματος αὐξήσει, φθάσωμεν εἰς τοσοῦτον ὕψος ἅπαντες, ὡς πρὸς τὴν κεφαλὴν ἡμῶν συναρμοσθῆναι τὸν Χριστόν. Ὃς ἐφεστὼς ἡμῖν κατὰ τὴν θεϊκὴν ἐξοχὴν, μεταδίδωσιν ἡμῖν ἑαυτὸν κατὰ τὴν οἰκονομίας συνάφειαν, ἑαυτῷ συνάπτων ἡμᾶς καὶ ἀλλήλοις, καθ' ἣν ἔχομεν πρὸς ἀλλήλους ὥσπερ ἐν οἰκοδομῇ συναρμογὴν, καὶ καθὸ τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος ἕκαστος δύναται δέχεσθαι, τῆς ἐπὶ τῇ αὐξήσει τελειώσεως εἰς ἀγάπην συνκεφαλαιουμένης. Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι