1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

122

γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. ∆ιὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὡς τέκνα φωτὸς περιπατεῖτε. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ, δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Μὴ νομίζετε, φησὶν, ἀπὸ τοῦ βίου τῇ πίστει μὴ συμπαρόντος, τὴν πίστιν ὑμᾶς μετόχους ἀποφαίνειν τῆς Χριστοῦ βασιλείας, ἥτις ἐστὶ τοῦ Θεοῦ βασιλεία· μηδέ τις ἀπατάτω κενῷ λόγῳ, ὡς πίστεως ἀληθοῦς οὔσης ἐν τοῖς παρανόμως βιοῦσι, καὶ σώζειν αὐτοὺς δυναμένης, ἐφ' οἷς ὀργίζεται κατὰ τοῦ κόσμου Θεός. Ἃ γάρ ἐστι γνωρίσματα τῆς ἀπειθείας, ἄτοπον ταῦτα παρεῖναι τοῖς υἱοῖς τῆς πίστεως, καὶ κοινωνοὺς ἡμᾶς εἶναι τούτων, ὧν ἡ πίστις ἐχώρισεν. Ἀλλὰ δεῖ τὴν εἰς φῶς ἀναγέννησιν ἡμῶν ἔργοις μαρτυρεῖσθαι, καὶ νόμον αὐτοὺς ἡμᾶς ἑαυτοῖς γίνεσθαι ἔλεγχον τῆς πονηρᾶς ἀνθρώπων ζωῆς παρεχομένους, τὴν ἀγαθὴν ἡμῶν πολιτείαν Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα, ὑπὸ τοῦ φωτὸς φανεροῦται. Πᾶν γὰρ τὸ φανερούμενον, φῶς ἐστι. ∆ιὸ λέγει· Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε. Οὐ τῷ λόγῳ, φησὶν, ἐλέγξαι τοιοῦτόν ἐστιν, οἷον τὸ δι' ἔργων· λόγῳ μὲν γὰρ αἰσχρὸν καὶ λέγειν ἃ πράττουσιν, ἅπερ καὶ αὐτοὶ αἰσχυνόμενοι συγκαλύπτουσιν. Ἐὰν δὲ φῶς ὦμεν, καὶ φανεροῦν τὸ σκότος δυνάμεθα τῇ τοῦ φωτὸς ἀντιθέσει, ἔλεγχος οὗτος ὁ κάλλιστος. Φῶς δὲ ἐσόμεθα διαναστάντες ἀπὸ τοῦ ὕπνου τοῦ θανατηφόρου, καὶ μετασχόντες Χριστοῦ, κατὰ τὸ λεγόμενον· Ἔγειραι ὁ καθεύδων. Οὐκ εἶπεν τίς ὁ λέγων, ἢ ποῦ τῶν ἁγίων γραμμάτων γέγραπται· ἀλλ' ἦν πολλὰ ἐξ ἁγίου Πνεύματος λαλούμενα ἐν τοῖς τότε, καὶ μὴ γραφόμενα. Τὸν ἐν ἁμαρτίαις φησίν. Μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν· διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες. Μὴ ὡς ἄσοφοι, φησὶ, δελεάζεσθε, ἀλλ' ὡς σοφοὶ τὴν ἰδίαν ὁδὸν φυλάσσετε, τῷ μὴ ἐφελκυσθῆναι τῷ καιρῷ τῆς πονηρίας. Ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ. Τοῦτό φησιν, ἵνα ὅλος ἡμῶν ὁ νοῦς πρὸς Κύριον συντείνηται, καὶ μὴ μόνον μελῳδῶμεν τοῖς χείλεσιν. 95.849 Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί. Μυστήρια τῷ Θεῷ προσήκει τελεῖν, ὑμνοῦντας αὐτὸν, καὶ διεξίοντας τὰς εὐεργεσίας ἃς ἐπιτελεῖ Χριστός. Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ. Ὥσπερ ἡ ἐπανάστασις ἡ ἐπ' ἀλλήλους, διάστασιν ποιεῖ, οὕτως ἡ ὑποταγὴ συνάφειαν. Ἀλλήλοις δὲ ὑποτάσσεσθαι δεῖ διὰ Χριστὸν, ὡς Χριστῷ λάτρευμα τοῦτο τελοῦντες. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ· ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος· ἀλλ' ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν. Περὶ τῶν ἐν οἴκοις καθηκόντων διαλέγεται, ἅτινά ἐστιν ἡγεμονικὰ καὶ ὑποταγῆ. Τρία δὲ εἴδη τούτων· δύο μὲν τὰ κατὰ φύσιν, γυνὴ καὶ ἀνὴρ, τέκνα καὶ γονεῖς· ἓν δὲ τὸ κατὰ νόμον. Τοῦτο γάρ ἐστιν δοῦλός τε καὶ δεσπότης. Τῷ μὲν οὖν ὑπηκόῳ, τὴν ὑποταγὴν εἰσηγεῖται· τῷ δὲ ἄρχοντι τὸ κηδεμονικὸν πρὸς τὸ ὑπήκοον. Τύπῳ οὖν τῷ πρὸς Χριστὸν κελεύει τὴν γυναῖκα ὑποτάττεσθαι τῷ ἀνδρὶ, ἵνα μὴ σωματικὸν ᾖ τὸ τῆς ὑποταγῆς μόνον, ἀλλὰ καὶ πνευματικὸν γένηται. Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν