1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

169

καταγράφων αὐτό. Ὅτι δικαίῳ νόμος οὐ κεῖται. Κατὰ μὲν τὸν πρόχειρον λόγον, ὅτι κολάσεώς ἐστιν ἐκτὸς τῷ δικαίῳ. Κατὰ δὲ τὸν πνευματικώτερον, ὅτι ὁ δικαιωθεὶς διὰ τῆς χάριτος, ἔξω λυπούντων προσ 95.1001 ταγμάτων ἐστὶ τοῦ νόμου, οὐκέτι χρείαν ἔχων γάλακτος, ἅτε λοιπὸν τῇ στερεᾷ χρώμενος τροφῇ. Ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ μητραλοίαις ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται. Ταῦτα εἰς Ἰουδαίους αἰνίττεται. Οὐ γὰρ ἦν παρανομίας εἶδος, ὃ μὴ ἔπραττον. ∆ιὸ καὶ σφοδρὸς αὐτοῖς ἐτέθη νόμος κολάζων παραβαίνοντας. Κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ· καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με, Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εὐαγγέλιον δόξης αὐτὸ καλεῖ, δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ πρὸς τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, καὶ ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ· ἢ τάχα καὶ περὶ τῶν μελλόντων αἰνίττεται ἀγαθῶν. Ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Εἰπὼν, ὅτι Ἐπιστεύθην τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ, ἐπειδὴ ἔδοξε μέγα φθέγξασθαι, ἵνα μή τις δόξῃ ἐξ ἀπονοίας τοῦτο ποιεῖν, σκόπει πῶς ἐπιδιορθοῦται, ἀνάξιον ἑαυτὸν λέγων διὰ τὴν προτέραν ἄγνοιαν. Ἅμα δὲ καὶ ἐπαίρει τὸν ἔλεον τοῦ Θεοῦ, καὶ τὴν φιλανθρωπίαν, τὸν πρότερον ἑαυτοῦ βίον ἐξηγούμενος. Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν. Οὕτως μεγάλαι εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ μὴ εἴδετό ποτε, μήτε ἐνενόησεν, μήτε προσεδόκησεν νοῦς ἀνθρώπινος, ταῦτα ἡμῖν ἐχαρίσατο. ∆ιὸ μέλλων αὐτὰ λέγειν, προλαμβάνει, καὶ λέγει· Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Ὡς εἰ λέγοι· Μή τις ἀπιστήσῃ οἷς μέλλομεν ἐρεῖν. Πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε. Βουλόμενος πεῖσαι, φησὶν, ὁ Θεὸς τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησιν, ἐμὲ ἐδέξατο. Κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐτοῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν. Προφητείαν ἐνταῦθα τὴν χειροτονίαν φησὶ, δι' ἧς τὸ Πνεῦμα ἔλαβε. Πληθυντικῶς δὲ αὐτὰς ὀνομάζει, 95.1004 οἱονεὶ σημαίνων ἐκείνην μεθ' ἧς ἔλαβεν αὐτὸν, καὶ μεθ' ἧς περιέτεμε, καὶ μεθ' ἧς ἐχειροτόνει. Ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν, ὧν ἐστιν Ὑμεναῖος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ Σατανᾷ, Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτον, καὶ ἔστιν ἰδεῖν πολλοὺς ἐπὶ τὸ τοῦ καταπεσεῖν εἰς βυθὸν κακῶν καὶ εἰς Ἑλληνισμὸν ἐκτραπέντας. Ἵνα γὰρ μὴ τῷ φόβῳ τῶν μελλόντων βασανίζωνται, σπουδάσουσι πεῖσαι τὴν ψυχὴν, ὅτι ψευδῆ πάντα τὰ παρ' ἡμῖν. Ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.

ΚΕΦΑΛ. Βʹ. Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις,

εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων. Οὐχ ἵνα παιδεύσῃ αὐτοὺς, φησὶν, ἀλλ' ἵνα παιδευθῶσιν. Οὐ γὰρ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλ' ἐκ τῆς κολάσεως τοῦτο συμβαίνει. Ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι,