1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

90

δυνάμεις τὰς ἐνεργουμένας. Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν. Τοῦτο λέγει, δεικνὺς τὴν ἄφατον τοῦ Θεοῦ δύναμιν. 95.740 Ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι. Καὶ τοῦτο λέγει, δεικνύων καὶ τίνος ἕνεκεν ταῦτα συγχωρεῖ ὁ Θεός· ὃν γὰρ ἀγαπᾷ Κύριος, καὶ παιδεύει. Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Παρὰ μὲν γὰρ τοῖς ἔξω ὑποπτευόμεθα ἐν ἀθυμίᾳ εἶναι, ἡμεῖς δὲ τὴν ἡδονὴν ἀκμάζουσαν ἔχομεν. Ταῦτα δὲ πάντα λέγει, κελεύων μὴ ταράττεσθαι ταῖς τῶν πολλῶν δόξαις, κἂν πλάνους λέγωσι, κἂν καταδίκους νομίσωσι, κἂν ἐπιθανατίους, κἂν λυπεῖσθαι, κἂν ἐν πτωχείᾳ εἶναι, κἂν μηδὲν ἔχειν. Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. ∆ιηγησάμενος τὰ περὶ τῶν ἑαυτοῦ πειρασμῶν καὶ θλίψεων, εἰς τὸν περὶ τῆς ἀγάπης μεταβαίνει λόγον· ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐκ ἀνεχόμεθα σιωπᾷν πρὸς ὑμᾶς, ἀλλὰ καὶ ἐπιθυμοῦμεν φθέγξασθαι καὶ διαλέγεσθαι ὑμῖν, ὅπερ ἔθος τῶν ἀγαπώντων ἐστίν. Ἡ καρδία ἡμῶν πεπλάτυται. Θερμὴ γὰρ οὖσα ἡ ἀγάπη, καὶ τὸ στόμα ἀνεπτέρωσε Παύλου, καὶ τὴν καρδίαν ἐπλάτυνεν. Οὐδὲ γὰρ τῷ στόματι φιλῶ, φησὶν, ἀλλὰ καὶ τὴν καρδίαν συνᾴδουσαν ἔχω. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν. Πάντας ἔνδον ἔχομεν, φησὶ, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ μετὰ εὐρυχωρίας πολλῆς. Στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν. Καὶ ἡ ἐπιτίμησις μετὰ φειδοῦς πολλῆς προσάγεται. Οὐκ εἶπε γὰρ, οὐ φιλεῖτε ἡμᾶς, ἀλλ' ὅτι οὐ μετὰ τοῦ αὐτοῦ μέτρου. Ὡς τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ Ἀντὶ τοῦ, οὐδὲν μέγα αἰτῶ, εἰ πατὴρ ὢν, βούλομαι φιλεῖσθαι παρ' ὑμῶν. Πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστῳ; Ὁ ἀποστάτης; τῇ Ἑβραίων φωνῇ. Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεός. Οὔτε ὁ βασιλεὺς ὑμῶν ἔχει τι κοινὸν πρὸς αὐτόν. Τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; οὔτε τὰ πράγματα· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; οὐκοῦν οὐδὲ ὑμᾶς δεῖ. Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός. Φεύγων τὴν κολακείαν μαρτυρίᾳ πιστοῦται τὸ εἶναι αὐτοὺς ναοὺς Θεοῦ. ∆ιὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσ 95.741 δέξομαι ὑμᾶς· καὶ ἔσομαι ὑμῖν εἰς Πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι, εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.

ΚΕΦΑΛ. Ζʹ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ

παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην. Οὐ γὰρ τὸ μὴ ἀκαθάρτου ἅπτεσθαι ποιεῖ καθαρὸν, ἀλλὰ καὶ ἄλλων ἡμῖν χρεία πρὸς τὸ γενέσθαι ἁγίους, σπουδῆς, προσοχῆς, εὐσεβείας, καὶ ἁπλῶς εἰπεῖν ἀρετῆς πάσης. Ἐν φόβῳ Θεοῦ. Ἔστι γὰρ ἐπιτελεῖν σωφροσύνην οὐκ ἐν φόβῳ Θεοῦ, ἀλλὰ διὰ κενοδοξίαν· ἄλλως τε καὶ τὴν ὁδὸν τῆς σωφροσύνης ἡμᾶς διδάσκει, μονονουχὶ λέγων· εἰ καὶ τυραννικὸν ᾖ ἐπιθυμία, ἀλλ' ἐὰν ἐπιτυχήσῃς τὸν τοῦ Θεοῦ φόβον, καταλύσεις αὐτῆς τὴν μανίαν. Ἁγιωσύνην δὲ ἐνταῦθα, οὐ τὴν σωφροσύνην λέγει μόνον, ἀλλὰ καὶ πάσης ἁμαρτίας ἀπαλλαγήν. Χωρήσατε ὑμᾶς. Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον, συστέλλων τὸ τραχὺ τῆς ἐπιτιμήσεως. Ὅρα δὲ πῶς καὶ ἐλεεινῶς τὸ, Χωρήσατε. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τίς ἡμᾶς ἀπήλασεν, φησὶ, τίς ἐξέβαλε τῆς διανοίας τῆς ὑμετέρας; πόθεν στενοχωρούμεθα ἐν ὑμῖν; Οὐδένα ἠδικήσαμεν. Ὅρα πῶς πάλιν οὐ τίθησι τὰς εὐεργεσίας, ἀλλ' ἐπαχθέστερον καὶ πληκτικώτερον τὸν λόγον ποιεῖ. Οὐδένα ἐφθείραμεν. Τουτέστιν, οὐδένα ἠπατήσαμεν, ὥσπερ καὶ ἀλλαχοῦ λέγει· Μήπως ὡς ὁ ὄφις Εὖαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Οὐδένα ἐπλεονεκτήσαμεν. Οὐχ ἡρπάσαμεν, φησὶ, τά τινων χρήματα. Οὐ πρὸς κατάκρισιν