1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

109

ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι. Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; Ἐνταῦθα διαπορεῖ καὶ ἐκπλήττεται, καὶ παρ' αὐτῶν ζητεῖ τὴν αἰτίαν τῆς μεταβολῆς μαθεῖν. Οὐχ ὑμεῖς ἦτε, φησὶν, οἵ με μεθέποντες καὶ θεραπεύοντες, καὶ τῶν ὀφθαλμῶν ἡγούμενοι τιμιώτερον. Πόθεν οὖν ἡ ἔχθρα; πόθεν ἡ ὑποψία; ὅτι τὰ ἀληθῆ πρὸς ὑμᾶς εἶπον· ἐγὼ γὰρ, φησὶν, οὐκ οἶδα ἄλλην αἰτίαν, ἢ τὸ τἀληθῆ λέγειν ὑμῖν. Ζηλοῦσιν ὑμᾶς, οὐ καλῶς. Ζῆλον ὑμᾶς, φησὶν, ἐρεθίζουσιν ἔχειν, οὐ καλόν. Πῶς γὰρ ἐκεῖνος καλὸς, ὁ πάλιν εἰς τὸν ζυγὸν αὐτοὺς καταφέρων τῆς δουλείας; Ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλῶτε. Ἐκκλεῖσαι μὲν τῆς εὐαγγελικῆς χάριτος. Τοῦτο γὰρ ἐποίουν, τοὺς μὲν [γὰρ] τελείας γνώσεως ἐκβαλεῖν θέλοντες, εἰς δὲ τὴν νόθον πάλιν ἀνάγοντες, δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα αὐτοὶ μὲν ἐν τάξει διδασκάλων γένωνται, Γαλάτας δὲ ἐν τάξει καταστήσωσι μαθητῶν. Καλῶς δὲ ζηλοῦσθε ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. Ἐνταῦθα αἰνίττεται, ὅτι ἡ ἀπουσία αὐτοῦ ταῦτα εἰργάσατο, καὶ ὅτι τοῦτο μακάριον, τὸ καὶ ἀπόντος τοῦ διδασκάλου τὴν δέουσαν τάξιν σώζειν τοὺς μαθητάς. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ἐφθείρατε, φησὶ, τὴν εἰκόνα, ἀπωλέσατε τὴν μορφὴν, ἀναγεννήσεως ἑτέρας ὑμῖν δεῖ καὶ ἀναπλάσεως, διδαχῆς δηλονότι· πάλιν γεννῶ διὰ κατηχήσεως. Ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου. Τίνος ἕνεκεν ζητεῖ τὴν παρουσίαν λέγει, καὶ τίνος ἢ τοῦ ἀλλάξαι τὴν φωνὴν, ἀντὶ τοῦ δακρῦσαι καὶ θρηνῆσαι, καὶ ὀλοφύρασθαι, καὶ πάντας εἰς θρῆνον ἐπισπᾶσθαι; ∆ιὰ γὰρ ἐπιστολῆς οὐκ ἦν δάκρυα δεῖξαι, οὐδὲ ὀλοφυρμόν. Ὅτι ἀποροῦμαι ἐν ὑμῖν. Οὐκ ἔχω γὰρ, φησὶ, τί εἴπω· πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τοῦ οὐρανοῦ τὴν κορυφὴν διὰ τῶν κινδύνων ὧν ὑπεμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων ὧν ὑπεδείξατε διὰ τῆς πίστεως, νῦν ἀθρόον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε, ὡς εἰς περιτομὴν καὶ Σάββατα κατασύρεσθαι. Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ 95.805 σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δι' ἐπαγγελίας. Ἐπειδὴ ἔλεγεν, ὅτι ἡ πίστις ὑμᾶς συνάπτει τῷ Ἀβραὰμ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι εἰς τοὺς μὴ γεννωμένους ἐξ ἐκείνου, τούτους υἱούς φησιν εἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παράδοξον τοῦτο ἄνωθεν γέγονεν. Ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ φύσεως ἀκολουθίαν, οὐδὲ κατὰ γάμου νόμον, οὐδὲ κατὰ σαρκὸς δύναμιν γεννώμενος, καὶ υἱὸς, καὶ γνήσιος ἦν, ἀπὸ νεκρῶν σωμάτων φῦναι κελευσθείς. Μὴ θορυβείτω τοίνυν ὑμᾶς, φησὶ, τὸ μὴ κατὰ σάρκα γεγεννῆσθαι. ∆ιὰ γὰρ τοῦτο μάλιστα συγγενεῖς ὑμεῖς αὐτοῦ, ὅτι οὐ κατὰ σάρκα ἐγεννήθητε. Οὐ γὰρ τιμιωτέρους τοῦτο τὸ κατὰ σάρκα, ἀλλὰ καὶ ἀτιμωτέρους ἐργάζεται. Θαυμαστότερος γὰρ ὁ τόκος, ὁ μὴ κατὰ σάρκα, καὶ πνευματικώτερος. Καὶ δῆλον ἐκ τῶν ἄνωθεν τεχθέντων. Ἐτέχθη κατὰ σάρκα ὁ Ἰσμαὴλ, ἀλλὰ δοῦλος ἦν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξεβάλλετο τῆς πατρῴας οἰκίας. Ὁ δὲ κατ' ἐπαγγελίαν τεχθεὶς Ἰσαὰκ, ἅτε υἱὸς ὢν γνήσιος καὶ ἐλεύθερος, κύριος ἁπάντων ἦν. Ἅτινά ἐστιν ἀλληγορούμενα. Ἡ μὲν ἱστορία αὐτὴ, φησὶν, οὐ τοῦτο δὲ μόνον παραδηλοῖ ὅπερ φαίνεται, ἀλλὰ καὶ ἄλλα τινὰ ἀγορεύει· διὸ καὶ ἀλληγορία καλεῖται. Αὗται γάρ εἰσι δύο διαθῆκαι. Οἱ δύο νόμοι, ὁ νομικὸς καὶ ὁ εὐαγγελικός. Μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Τὸ γὰρ Σινᾶ ὄρος ἐστὶν ἐν Ἀραβίᾳ. Ἄγαρ ἐλέγετο ἡ δούλη. Τὸ δὲ Σινᾶ ὄρος, οὕτω μεθερμηνεύεται τῇ ἐπιχωρίῳ αὐτῶν διαλέκτῳ· ὥστε τοὺς ἐκ τῆς παλαιᾶς τικτομένους, πάντας ἀνάγκη δούλους εἶναι. Συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ· δουλεύει δὲ μετὰ τῶν τέκνων αὑτῆς. Οὐ μόνον, φησὶν, ἐκείνη δούλη ἦν, ἀλλὰ καὶ δούλους ἔτεκεν. Ἀλλὰ καὶ αὐτὴ ἡ διαθήκη, τουτέστιν ἧς τύπος ἡ δούλη. Καὶ γὰρ Ἱερουσαλὴμ ἐκ γειτόνων κεῖται τῷ ὄρει τῷ ὁμωνύμῳ τῇ δούλῃ· ἐν τούτῳ δὲ τῷ ὄρει καὶ ἡ διαθήκη δέδοται. Ἡ δὲ ἄνω