1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

131

Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμ 95.877 μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. ΚΕΦΑΛ. ∆ʹ. Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου. Πάλιν ἀναγκαῖον αὐτοῖς λέγει, τὸ μιμεῖσθαι αὐτὸν, καὶ εἰδέναι τίς οὕτω περιπατεῖ ὡς αὐτός. Τοῦτο δὲ λέγει, οὐχ ὑψηλοφρονῶν, ἀλλὰ ἀποτρέπων τῆς τῶν ἑτεροδιδασκάλων συνουσίας, δεικνὺς πόσον ἑκατέρων τὸ μέσον τῶν τε πνευματικῶν καὶ τῶν σαρκικῶν. Τὸ δὲ μέσον τοῦτο ἀπὸ τοῦ τέλους ἑκατέρων ἔστιν ἰδεῖν. Τῶν μὲν γὰρ, φησὶ, τὸ τέλος ἀπώλεια· τῶν δὲ, τὸ μετασχηματισθῆναι καὶ συμμόρφους γενέσθαι τῷ σώματι τῆς δόξης Χριστοῦ. Τοῦτο δὲ αὐτὸ μετασχηματισθῆναι, ἡμῶν δηλονότι τὰ σώματα, ποιήσει Χριστὸς, διὰ τὸ δύνασθαι, καὶ πάντα ἔχειν ὑποτεταγμένα· τὸ δὲ, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, τοῦτο δηλοῖ, ὅτι ἐπὶ τούτοις μέγα φρονοῦσιν, ἐφ' οἷς αὐτοὺς ἔδει αἰσχύνεσθαι. Πάντα γὰρ τὰ τῆς κοιλίας, αἰσχύνη καὶ φθορά. Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί. Οὕτω, πῶς; ὡς ἀπεκδεχόμενοι ἐξ οὐρανῶν Σωτῆρα τὸν Κύριον Ἰησοῦν. Στέφανον δὲ ἑαυτοῦ τοὺς μαθητὰς, φησὶ, διά τοι τῶν στεφάνων αὐτῷ γίνεσθαι πρόξενον τὴν ἐπακοὴν αὐτῶν τὴν εἰς τὸ κήρυγμα. Εὐωδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Ναὶ ἐρωτῶ καὶ σὲ, σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου. Εἰπὼν ἐν τῷ καθόλῳ παράκλησιν, καὶ κατ' εἶδος αὐτὴν προσφέρει ἐπὶ τῶν ἐξόχων ἐν τῇ πίστει· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπενεγκεῖν αὐτόν· Οἵτινες συνήθλησάν μοι ἐν τῷ Εὐαγγελίῳ. Τινὲς τὴν γυναῖκά φασιν αὐτοῦ παρακαλεῖν ἐνταῦθα. Ἀλλ' οὐκ ἔστιν. ἀλλά τινα γυναῖκα, ἢ καὶ ἄνδρα μιᾶς αὐτῶν. Ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Τοῦτο εἴρηκεν ἐκ τοῦ Κυρίου μαθών· Χαίρετε γὰρ, φησὶν, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. Χαίρετε ἐν Κυρίῳ πάντοτε. Κἂν ἐν δεσμοῖς, φησὶν, ἀκούητε τὸν διδάσκαλον, κἂν ἐν μάστιξιν, κἂν ἐν αὐτῷ θανάτῳ, καὶ οὐ μόνον ἐπὶ τῶν διδασκάλων δεῖ, ἀλλὰ καὶ αὐτοὶ ταῦτα διὰ Χριστὸν πάσχοιμεν. Πάλιν ἐρῶ, Χαίρετε, τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Μονονουχὶ διαμαρτύρεται αὐτοῖς, ὡς οὐ δεῖ ἀθυμεῖν, ἀλλὰ χαίρειν. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε. Μὴ θορυβείτω, φησὶν, ὑμᾶς τὰ κατ' ἐμέ. Ὁ γὰρ Κύριός μοι παρέσται. 95.880 Ἀλλ' ἐν παντὶ τῇ προσευχῇ, καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν· καὶ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν. Ἐπειδὴ μηδὲν μεριμνᾷν αὐτοῖς εἶπεν, ἵνα μὴ ἀναπέσωσι, νομίσαντες αὐτὸν ἐν τῷ καθόλου τοῦτο ἀποφήνασθαι· Τούτου χάριν, φησὶν, εἶπον μὴ μεριμνᾷν ἐν τοῖς περὶ ἐμοῦ δεσμοῖς, ὡς δεινόν τι πάσχοντος ἐξ αὐτῶν. Οὐ γάρ εἰσι δεινά· ἀλλὰ μεριμνᾶτε, φησὶν, ἐν τῇ προσευχῇ, καὶ τῇ δεήσει τῇ πρὸς τὸν Θεόν. Αἰτεῖν γὰρ τὸν Θεὸν δεῖ, εὐχαριστοῦντας, οὐκ ἀθυμοῦντας, οὐδὲ ἀκηδιῶντας. Φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Πάλιν αὐτοῖς τὸ ὁμόπιστον εὔχεται. Τοῦτο γάρ ἐστι τὸ φρουρηθῆναι τὰς καρδίας αὐτῶν, καὶ τὰ νοήματα ἐν Χριστῷ. Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε. Ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος, ὡς κεφαλὴ παντὸς ἡμῖν ἀγαθοῦ ἡ πίστις, ἡ εἰς τὸν Χριστὸν, καὶ ὡς πάντα τὰ ἔργα τὰ κατ' ἀρετὴν, ὡς μέρος τι μικρὸν κατ' ἐκείνην εἰσίν. Ὅμοιον οὖν ὡσεὶ λέγοι· Ἔχετε τὴν πίστιν, ἣν καὶ φυλάττεσθαι ἐν ὑμῖν εὔχομαι. Λείπει δὲ ἔτι ὑμῖν ἡ κατ' ἀρετὴν πολιτεία, ἧς καὶ ἀντέχεσθαι ὑμᾶς παραινῶ. Τὸ λοιπὸν οὖν λέγε, οὐχ ὅτι μικρὸν τὸ κατ' ἀρετὴν πολιτεύεσθαι· μέγα γάρ· ἀλλ' ὅτι μικρὸν ὡς πρὸς σύγκρισιν τῆς πίστεως, καὶ περίλοιπον. Ὁ γὰρ θεμέλιος, καὶ ἡ ἀσφάλεια ἡ πίστις ἐστὶν, ἧς ἄνευ οὐ δυνατὸν οἰκοδομηθῆναί τι. Ἐπεὶ οὐδὲ οἰκοδομή ἐστιν, ὥσπερ οὐδὲ οἶκος ἄνευ θεμελίων. Ἔστιν οὖν ἡ μὲν πίστις τὰ θεμέλια, καὶ ἡ